Ancient Greek
563.1
Gregorius Nyssenus Theol., Contra Eunomium 563.1
Unproofread scanNot analysed yet
A τῇ τοῦ ἑνὸς ἀφαίρεσει, τὴν τοῦ ἀντικειμένου θέσιν ἀντεισῶναι. Ἄλλὰ καὶ τὴν δριμελᾶν ἐκείνην κατασκευὴν τῇ φύσει τὸν Θεὸν ἀνειπίδεκτον εἶναι θανάτου, ὡσπερ δυτὸς τοῦ τὴν ἐναντίαν περὶ τούτων ἔχοντος δόξαν, χαίρειν ἐάσωμεν. Ἡμεῖς γὰρ ἐν τοῖς ἀντιθέτοις οὐδὲν διαφέρειν ἡγοῦμεθα, ἢ τὸ δὲ λέγειν τι εἶναι, ἢ τὸ ἐναντίον μὴ εἶναι, οἷον δὴ καὶ ἐπὶ τοῦ παρόντος λόγου ζῶνν εἰπόντες τὸν Θεὸν εἶναι, ἀπαγορεύομεν τῇ δυνάμει διὰ τῆς ὁμολογίας ταύτης τὸν θάνατον περὶ αὐτὸν ἐννοεῖν, χἂν μὴ διὰ τῆς φωνῆς ἐξαγγέλλωμεν. Καὶ ὅταν ἀνειπίδεκτον αὐτὸν θανάτου ὁμολογήσωμεν, τῷ αὐτῷ λόγῳ τὸ ζῶνν αὐτὸν εἶναι κατασκευάζομεν. Ἄλλ’ οὐχ ὁρῶ, φησί, πῶς ἂν ἐκ τῶν μὴ προσόντων ὑπερέχῃ τῶν αὐτῶν ποιημάτων ὁ Θεός. Καὶ ἐπὶ τῷ σοφῷ τούτῳ ἐπιχειρήματι, μετὰ ἀσεβείας ἡλίδιον ὀνομάζει τὸν μέγαν Βασιλείου, τὸν τοῖς τοιούτοις ἐπιπολιμῆσαντα λόγοις, πρὸς δὲ εἴποιμεν ἂν, μὴ λίαν ἀφεδῶς κατὰ ταῦτα λεγόντων κεχρηθῆναι ταῖς ὀβρεσί, μὴ πη καὶ ἑαυτὸν λάθῃ τοῖς αὐτοῖς καλυδρίζων. Τάχα γὰρ οὐδ’ αὐτὸς ἀντείποι εἰς τοῦτο τὸ μεγαλεῖον τῆς θείας γνωριζέσθαι φύσεως, ἐν τῷ μηδεμίαν ἔχειν πρὸς ταῦτα κοινωνίαν, ὧν ἡ κάτω φύσις μετέχειν δεῖκνυται. Εἰ γὰρ ἐν τούτων εἴη, οὐδ’ ἂν τὸ πλέον ἔχοι, ἀλλὰ ταὐτὸν ἂν εἴη πάντως ἑκάστῳ τῶν ἐπικοινωνούντων τοῦ ἰδιώματος. Εἰ δὲ ὑπὲρ ταῦτά ἐστι, τῷ μὴ ἔχειν δηλαδὴ ταῦτα, τῶν ἔχοντων ὑπερανέστηκε· καθάπερ φαμὲν χρείττονα τῶν ἐν ἁμαρτίαις δυτων εἶναι τὸν ἀναμάρτητον. Τὸ γὰρ τοῦ κακοῦ κεχωρίσθαι, τοῦ πλουτεῖν ἐν τοῖς ἀρίστοις ἀπόδειξις γίνεται. Ἄλλ’ ὁ μὲν ὀβριστὴς κεχρήσθω τῇ φύσει· ἡμεῖς δὲ μικρὸν τι παρασημηνάμενοι τῶν ἐν τῇ μέρει τούτῳ ῥηθέντων, πρὸς τὰ προκειμένα τὸν λόγον μεταδύομεν.