Ancient Greek
563.2
Gregorius Nyssenus Theol., Contra Eunomium 563.2
Unproofread scanNot analysed yet
Ὁμοίως φησίν, αὐτὸν ὑπερέχειν τῶν μὲν θνητῶν ὡς ἀθάνατον, τῶν δὲ φθαρτῶν ὡς ἀφθαρτον, τῶν δὲ γεννητῶν ὡς ἀγέννητον. Ἄρα πᾶσιν ἐστὶ πρόδηλος ἡ τοῦ θεομάχου τῆς ἀσεβείας κατασκευή, ἢ λόγῳ προσήκει διανακαλύψαι τὴν πονηρίαν; Τίς οὐχ οἶδεν ὅτι τὰ τῷ αὐτῷ μέτρῳ ὑπερεχόμενα, ἴσα πάντως ἀλλήλοις ἐστίν; Εἰ οὖν ὁμοίως ὑπερέχεται παρὰ τοῦ Θεοῦ τὸ φθαρτὸν καὶ γεννητόν, γεννητὸς δὲ καὶ ὁ Κύριος· Εὐνόμιος συμπερανάτω τὸ ἐκ τῶν τεθέντων ἀνακώπτων ἀσέβημα. Δῆλον γὰρ ὅτι ταὐτὸν ἡγεῖται τῇ φθορᾷ καὶ τῇ θανάτῳ τὴν γέννησιν, ὡς ταὐτὸν ἐν τοῖς πρὸ τούτου λόγοις ἐν τῷ ἀφθάρτῳ τὸ ἀγέννητον ἀπεφήνατο. Εἰ οὖν ἐν ἴσῳ βλέπει τὴν φθορὰν καὶ τὴν γέννησιν, καὶ ὁμοίως λέγει τὸν Θεὸν ἀφεστάναι τῶν δύο· γεννητὸς δὲ ὁ Κύριος, μηδεὶς παρ’ ἡμῶν ἀπαιτεῖτω προστιθέναι τὸ ἐκ τοῦ λόγου ἀκολουθον, ἀλλ’ ἀφ’ ἑαυτοῦ συλλογισάσθω τὸ πέρας· ἐπερ ἐπίσης καὶ κατὰ τὸν αὐτὸν λόγον τοῦ γεννητοῦ καὶ τοῦ φθαρτοῦ ἢ τοῦ Θεοῦ φύσις ἀφέστηκεν. Ἄλλ’ οὐχ ἔστι, φησί, ἀποσῦν θανάτου καὶ φθορᾶς, λέγειν ἀφθαρτον αὐτὸν καὶ ἀθάνατον. Πεισθῶσαν τοῖς εἰρημένοις οἱ τῶν ῥινῶν ἐλκόμενοι, καὶ πρὸς τὸ δοκοῦν ἑκάστῳ περιεγόμενοι, καὶ λεγέτωσαν παρεῖναι τῷ Θεῷ τὴν φθορὰν καὶ τὸν θάνατον ἵνα