Ancient Greek
565.2
Gregorius Nyssenus Theol., Contra Eunomium 565.2
Unproofread scanNot analysed yet
Ἄλλὰ καιρὸς ἂν εἴη τὴν χαλεπὴν αὐτοῦ καθ' ἡμῶν προθεῖναι κατηγορίαν, ἣν ἐπὶ τέλει τοῦ λόγου πεποίηται, λέγων ἡμᾶς ἐκ τοῦ πάντη μὴ ὄντος τὸν Πατέρα λέγειν · κλέψας τινὰ λέξιν ἐκ τῆς συμφράσεως, καὶ ψιλὴν αὐτὴν καὶ ἀσύντακτον ἐκ τοῦ λοιποῦ σώματος ἀφελούσας, κνίζειν ἐπιχειρεῖ τοῖς ἐκκλήκτοις ὀδοῦσι καταπαράσων, μᾶλλον δὲ κατασιελίζων τὸν λόγον. Λέξω δὲ πρῶτον μὲν τὴν διάνοιαν τῶν παρὰ τοῦ διδασκάλου περὶ τούτου διευκρινηθέντων ἡμῖν· εἶθ' οὕτω τὸν λόγον αὐτὸν ἐπὶ λέξεως παραθήσομαι, ὡς ἂν πᾶσι γένοιτο φανερὸς ὁ ἐπὶ λύμῃ τῆς ἀληθείας ταῖς τῶν εὐσεβούντων σπουδαῖς εἰσφθερμένος. Προσάγων γὰρ ἡμᾶς τῇ τοῦ ἀγεννήτου σημασίᾳ διὰ τῶν καθ' ἑαυτὸν λόγων ὁ διδάσκαλος ἡμῶν, τοιαύτην ἡμῖν ἐφοδὸν πρὸς τὴν τοῦ ζητουμένου γνώσιν ὑπέθετο, δεικνὺς πόρρω τῆς κατὰ τὴν οὐσίαν ἐννοίας ὄν τοῦ ἀγεννήτου τὸ σημαίνόμενον. Τοῦ Εὐαγγελιστοῦ, φησι, τῆς κατὰ σάρκα τοῦ Κυρίου γενεαλογίας ἐκ τοῦ Ἰωσὴφ τὴν ἀρχὴν ποιησαμένου, εἶτα προϊόντος ἐπὶ τὸν ἀεὶ χρόνῳ πρεσβύτερον, καὶ ἐν τῷ Ἀδὰμ τὸ πέρας τῆς γενεαλογίας ὁρίσαντος,