Ancient Greek
566.1
Gregorius Nyssenus Theol., Contra Eunomium 566.1
Unproofread scanNot analysed yet
A καὶ διὰ τὸ μὴ ὑπερκεῖσθαι τοῦ πρωτοπλάστου σώματι τινὸς Πατέρα, τοῦ Θεοῦ φήσαντος. Πρόχειρον εἶναι φησι, τῇ ἑκάστου διανοίᾳ περὶ τοῦ Θεοῦ τοῦτο λαβεῖν ὅτι ἂν ἐξ οὗ Ἀδάμ, οὐ καθ᾿ ὁμοιότητα τῶν ἀνθρωπικῶς γεναλογηθέντων καὶ αὐτὸς ἐξ ἑτέρου τὴν ὑπόστασιν ἔχει· ἐπειδὰν γὰρ πάντα διεξελθόντες τὸν Θεὸν μετὰ πάντα τῇ νῷ λάβωμεν, τὴν πάντων ἀρχὴν ἐνοήσαμεν. Ἀρχὴ δὲ πᾶσα εἴπερ ἑτέρου τινὸς ἐξημμένη τύχοι, ἀρχὴ οὐκ ἔστιν. Οὐκοῦν εἰ ἀρχὴ τοῦ παντὸς ὁ Θεός· οὐδ᾿ οὖν ἔσται τῆς τῶν πάντων ἀρχῆς ὑπερκειμένον. Αὕτη τοῦ διδασκάλου περὶ τῆς τοῦ ἀγεννήτου σημασίας ἡ ἔκθεσις. Καὶ ὅτι οὐδὲν ἔξω τῆς ἀληθείας αὐτῷ παρ᾿ ἡμῶν μεμαρτυρηται, αὐτὴν ἐπὶ ῥημάτων τὴν περὶ τούτου ῥῆσιν ἐκδησώμαι.