Ancient Greek
567.2
Gregorius Nyssenus Theol., Contra Eunomium 567.2
Unproofread scanNot analysed yet
"Ὅτι ἐκ μετουσίας τοῦ Θεοῦ τὸν Υἱὸν οἴεται, καὶ τοὺς μὴ τοῦτο δεχομένους ἐπισημάζει τοῦ στόματος ἐκ τοῦ τῆν δυσωδίαν, ἢ τὴν ψυχρὰν καὶ ἀνερίχνον τοῦ σοφίσματος συνθήκην διεξετάσωμεν. Ἄλλ' ὅτι μὲν τὸ ἐκ μετουσίας τῆς θείας φύσει προσάπτειν υἱούς, ποιητῶν μόνων καὶ μυθοπλαστῶν ἐστιν, οὐχ ἂν ἀγνοοῖ τις τῶν ὁπωσοῦν μετεχόντων φρονήσεως. Καὶ οὕτω γὰρ οἱ τοὺς μέτροις τοὺς μύθους ἐνείροντες, Διονύσους τινὰς καὶ Ἡρακλέας, καὶ Μίνωας, καὶ ἄλλους τοιούτους· ἐκ δαιμονίων εἰς ἀνθρώπινα σώματα συμπλοκή· δια- B πλάσσουσι, καὶ ὑπεραῖρουσι τῶν λοιπῶν ἀνθρώπων τοὺς τοιούτους τῷ λόγῳ, ὡς τῇ μετουσίᾳ τῆς κρείττονος φύσεως, τὸ πλέον ἔχοντας. Οὐκοῦν τοῦτον μὲν τὸν λόγον ὡς εἰκοθεν τὸν τῆς ἀνοίας ἄμα καὶ ἀσεβείας ἔλεγχον ἔχοντα, σιωπῆσαι προσήκει. Προσθεῖναι δὲ μᾶλλον τὸν ἀμαχον ἐκείνον συλλογισμόν, ὡς ἂν μάθοιεν οἱ καθ' ἡμᾶς ἰδιῶται, οἷον καὶ δσον οἱ τὰς τεχνικὰς ἐφόδους μὴ παιδευθέντες ἀζημιώθησαν. Εἰ γὰρ τὸ μηδὲν, φησι, τῷ πάντη μὴ ὄντι ταὐτὸν κατὰ τὴν ἔνοιαν, τῶν δὲ ἰσοδυναμούντων ἀκώλυτος ἡ μετάληψις· ὁ λέγων ἐξ οὐδενὸς εἶναι τὸν Θεόν, ἐκ τοῦ πάντη μὴ ὄντος εἶναι λέγει τὸν Θεόν. Τίς ἔδωκε τῷ τὴν Ἀριστοτελικὴν ἡμῖν αἰχμὴν ἐπιστείοντι, ὅτι τὸ λέγειν τινὰ πατέρα μὴ ἔχειν, ταὐτὸν ἐστὶ τῷ ἐκ τοῦ πάντη μὴ ὄντος αὐτὸν γεγενῆσθαι; Ὁ γὰρ τοὺς C γενεαλογουμένους παρὰ τοῦ λόγου καθεξῆς ἀριθμήσας, δει τοῦ μνημονευθέντος ὑπερείμενον πατέρα δηλοῦνς νοεῖ. Τί γὰρ ἦν ὁ Ἠλὶ τοῦ Ἰωσήφ, τί δὲ ὁ Ματθὰθ τοῦ Ἠλὶ, τί δὲ ὁ Ἄδαμ τοῦ Σῆθ, ἆρ' οὐχὶ πρόδηλον καὶ τοὺς ἤδη ἡβητίοις, ὅτι πατέρων ἐστιν ἀπαρίθμησις ὁ τῶν μνημονευθέντων τούτων ὀνομάτων κατάλογος; Εἰ γὰρ ὁ Σῆθ τοῦ Ἄδαμ υἱός, πατὴρ τοῦ ἐξ αὐτοῦ γεγεννημένου πάντως Ἄδαμ. Οὕτως εἴπέ μοι, καὶ τοῦ ἐπὶ πάντων Θεοῦ πατὴρ τίς; εἴπῃ τῷ ἐρωτῶντι, ῥήξον φωνήν, ἀπόκριναι, πᾶσαν τὴν λογικὴν σου τέχνην πρὸς τὴν πεύσιν ταύτην συγχίνησον· ἆρ' εὑρήσεις τινὰ λόγον τὴν τοῦ σοφίσματός σου λαβὴν διαφεύγοντα; τίς τοῦ ἀγεννήτου πατήρ; Ἔχεις εἰπεῖν ὅστις; Οὐκοῦν οὐχ ἀγέννητος. Ἄλλὰ D συνδιδόμενος ἐρεῖς πάντως, ὁ δὴ καὶ εἰπεῖν ἐστιν ἐπάνανγες, ὅτι οὐδεὶς. Τί οὖν, ὦ φίλτατε, ἆρὰ σοι οὕτω λύεται ἡ μαλακὴ τοῦ σοφίσματος αὐτὴ διατοχὴ; Ἄρα συνήκας τοὺς ἰδίους κόλποις ἐνσπεῖλας, εἰ φησιν ὁ μέγας Βασίλειος, ὅτι Ὁ ἀγέννητος ἐξ οὐδενὸς ἐστὶ πατρός; Ἐκ γὰρ τῶν προγενεαλογηθέντων πατέρων, ἡ ἀκολουθία κατὰ τὸ σιωπώμενον, συνομολογεῖσθαι δίδωσι τὸν πατέρα τὴν προσθήκην. Σὺ το ἐξ οὐδενὸς πατρὸς τὸ μηδὲν ἐποίησας. Καὶ πάλιν τὸ μηδὲν εἰς τὸ πάντη μὴ ὄν καταλαβὼν τὸν λελυμένον ἔχειν συλλογισμόν συνεπέπραξας. Οὐκοῦν τὰ σοφὰ ταῦτα τῆς τεχνικῆς ἀγχονίας πρὸς σὲ μεταχθήσεται. Τίς τοῦ ἀγεννήτου πατήρ, ἐρωτῶ; Οὐδεὶς, ἐρεῖς κατὰ πᾶσαν ἀνάγκην. Ὁ γὰρ ἀγέννητος πατέρα πάντως οὐχ ἔχει. Εἰ τοίνυν οὐδεὶς τοῦ ἀγεννή-