Ancient Greek
568.1
Gregorius Nyssenus Theol., Contra Eunomium 568.1
Unproofread scanNot analysed yet
τῷ πατρί, ὅ δὲ οὐδεὶς παρὰ σοῦ πρὸς τὸ μηδὲν μετελήφθη· τὸ δὲ μηδὲν κατὰ τὸν σὸν λόγον τῷ πατρί μὴ ὄντι ταύτῳ ἐστὶ κατὰ τὴν ἔννοιαν. Ἀκώλυτος δὲ τῶν ἰσοδυναμοῦντων, καθὼς φῆς, ἡ μετάληψις. Καὶ εἴπας ὅτι οὐδεὶς ἐστὶ τοῦ ἀγεννήτου πατήρ, ἐκ τοῦ πάντα μὴ ὄντος λέγει τὸν ἐπὶ πάντων Θεόν. Τοιούτων ὡς δοκεῖν ἐστιν, ὦ Εὐνόμιε, κακῶν· τοῖς σοῖς γὰρ χρῆσομαι λόγοις· οὐ τὸ δοκεῖν εἶναι σοφόν, πρὸ τοῦ εἶναι τετιμηκέναι· μικρὸν ἴσως τὸ τοιούτων εἰς δυστυχίαν, ἀλλὰ τὸ ἑαυτὸν ἀγνοεῖν, καὶ μὴ γινώσκειν ὅσον ἐστὶν τὸ διάφορον τοῦ ὑψιπετοῦς Βασιλείου καὶ τοῦ χερσαίου θηρίου. Εἰ γὰρ ἐφώρας τὸν βίον ἡμῶν τὸ δέυ καὶ θεῖον ὄμμα ἐκεῖνο, εἰ περιεπτόει τὴν ἀνθρωπίνην ζωὴν τῷ τῆς σοφίας πτερόν, ἔδειξεν ἂν καταπτὰς ἐπὶ σὲ τῷ ροίζῳ τῶν λόγων, οἷν τῷ ὀστράκῳ τῆς ἀνοίας συμπεφυκώς, πρὸς τίνα δι’ ἀπάτης σεαυτὸν ἀντεπήγειρας, ὑδρεσι ταῖς κατ’ αὐτοῦ καὶ λοιδορίαις τὸ δοκεῖν τις εἶναι παρὰ τοῖς γραϊδίοις καὶ τοῖς ἐκτομίας θηρώμενος. Πλὴν ἀλλ’ οὐκ ἀπελπιστὲον σοι καὶ τῶν ὀνύχων ἐκείνου. Τὸ γὰρ ἡμέτερον, ὡς μὲν πρὸς ἐκεῖνον, ἐνυχος μοῖρα χρινόμενον, πολὺ ἂν εἴη. Πρὸς δὲ σὲ τοσοῦτόν ἐστιν, ὅσον ἴκανόν εἶναι σοι περιβῆξαι τῆς ἀπάτης τὸ ἐλυτρον, καὶ δεῖξαι τὴν ἐγκεχυμένην τῷ ὀστράκῳ ἀσχημοσύνην.