Ancient Greek
114.2
Gregorius Nyssenus Theol., De Anima [Sp.] 114.2
Unproofread scanNot analysed yet
Τοῖς αὐτοῖς δὲ χρησάμενοι ἐστὶν ἀποδεῖξαι τὴν ψυχὴν ἀθάνατον οὖσαν. Εἰ γὰρ μήτε σῶμά ἐστιν, ὅπερ φύσει διαλυτὸν ἐδείχθη καὶ φθαρτόν, μήτε ποιότης, μήτε ποσότης, μήτε ἄλλο τι τῶν φθειρομένων, δηλονότι ἀθάνατός ἐστι. Πολλαὶ μὲν οὖν εἰσι τῆς ἀθανασίας αὐτῆς ἀποδείξεις, παρὰ τὸ Πλάτωνι καὶ τοῖς ἄλλοις· ἀλλ’ ἐκεῖναι μὲν περισκελεῖς καὶ δυσκατανόητοι, καὶ μόλις τοῖς ἐντεθραμμένοις ἐκεῖναις ταῖς ἐπιστήμαις γνωρίμοι· ἡμῖν δὲ ἀρκεῖ πρὸς ἀπόδειξιν τῆς ἀθανασίας αὐτῆς, ἡ τῶν θείων λογίων διδασκαλία, τὸ πιστὸν ἐφ’ ἑαυτῆς ἔχουσα, διὰ τὸ θεόπνευστον εἶναι. Πρὸς δὲ τοὺς μὴ καταδεχομένους τὰ τῶν Χριστιανῶν δόγματα, ἀρκεῖ τὸ μηδὲν εἶναι τὴν ψυχὴν τῶν φθειρομένων ἀποδεῖξαι. Εἰ γὰρ μηδὲν ἐστι τῶν φθειρομένων, ἐστὶ τὸ ἄφθαρτον, ἐστὶ καὶ ἀθάνατος· ὥστε τοῦτο μὲν ἀρχοῦντως ἔχον παραλειπτέον. Σητῆσθαι δὲ πῶς ψυχῆς καὶ σώματος ἀφύκου γίνεται ἕνωσις· ἄπορον γὰρ τὸ πρᾶγμα· εἰ δὲ μή μόνον ἐκ τούτων, ἀλλὰ καὶ τοῦ νοῦ συνέστηκεν ὁ ἄνθρωπος, ὡς εἴπόν τινες, ἐτὶ πλέον ἀπορώτερον. Πάντα γὰρ τὰ συνιόντα εἰς μιᾶς οὐσίας ὑπόστασιν πάντως ἐνοῦται· πάντα δὲ τὰ ἐνούμενα ἀλλοιοῦνται, καὶ οὐ μένει ἡ πρότερον ἦν, ὡς ἐπὶ τῶν στοιχείων δεῖξθησεται· ἐνωθέντα γὰρ ἄλλο τι γέγονε. Πῶς οὖν, εἰ τὸ σῶμα ἡνωμένον τῇ ψυχῇ ἐτὶ μένει σῶμα, ἢ πάλιν ἡ ψυχὴ ἀσώματος οὖσα καὶ οὐσιώδης καὶ ἄσωκὴν, πῶς ἐνοῦται σώματι, καὶ μέρος γίνεται τοῦ