Ancient Greek
115.1.1 to 115.1.21
Gregorius Nyssenus Theol., De Anima [Sp.] 115.1.1-21
Unproofread scanNot analysed yet
ζῶον, σώζουσα τὴν ἰδίαν οὐσίαν ἀσύγχυτον καὶ ἀδιάφθορον ; Ἀνάγκη γὰρ ἢ ἡνωθῆσαι τὴν ψυχὴν καὶ τὸ σῶμα, καὶ συνῆλθούσθαι καὶ συνεφθάρθαι ἀμφότερα, ὡς τὰ στοιχεῖα · ἢ μὴ ἡνωθῆσαι μὲν διὰ τὰς προειρημένας ἀτοπίας, παρακείσθαι δὲ ὡς χορευτὰς ἐν χορῷ. ἢ ψῆρον ψήφῳ, ἢ κεχράσθαι ὡς ὕδωρ καὶ οἶνον. Ἀλλ’ ὅτι μὲν οὐ δύναται παρακείσθαι τῷ σώματι ἢ ψυχή, ἐν τῷ Περὶ ψυχῆς ἀποδείκνυται. Ἐν γὰρ ἂν μόνον αὐτοῦ τοῦ σώματος ἐμψυχὸν μέρος τὸ πλησιάζον τῇ ψυχῇ · τὸ δὲ μὴ συννημένον, ἄψυχον, πρὸς τῷ μὴ δύνασθαι ἐν λέγειν εἶναι τὰ κατὰ παράθεσιν, ὡς ξύλα, φέρε εἰπεῖν, ἢ σίδηρον, ἢ τι τοιούτων· καὶ ἢ κράσις δὲ τοῦ οἴνου καὶ τοῦ ὕδατος ἀμφότερα συνδιαφθείρει. Οὔτε γὰρ ὕδωρ ἐστὶ τὸ κράμα καθαρόν, οὔτε οἶνος· καίτοι τῆς τοιαύτης κράσεως κατὰ παράθεσιν γινομένης, λανθάνουσαν τὴν αἴσθησιν, διὰ τὸ λεπτομερὲς τῶν κεχραμένων. Ὅλῳ δὲ ἐκ τοῦ πάλιν ἀπ’ ἀλλήλων διαχωρίζεσθαι. Σπόγγος γοῦν ἐλαίου δευθὲς ἀντὶ καθαροῦ τὸ ὕδωρ, καὶ πάπυρος. Αἰσθητῶς δὲ χωρίζαι τὰ ἀκριβῶς ἡνωμένα, παντάπασιν ἀδύνατον. Εἰ δὴ μήτε ἡνωται, μήτε κεχράται, μήτε παρακεῖται, τίς ὁ λόγος τοῦ τὸ ζῶον ἐν λέγεσθαι ; Πλάτων μὲν οὖν καὶ διὰ ταύτην τὴν ἀπορίαν οὐ βούλεται τὸ ζῶον ἐκ ψυχῆς εἶναι καὶ σώματος, ἀλλὰ ψυχὴν σώματι κεχραμένην, καὶ ὡσπερ ἐνδεδυμένην τὸ σῶμα · ἔχει δὲ καὶ οὗτος ὁ λόγος ἀπορὸν τι. Πῶς γὰρ ἐν εἶναι δύναται μετὰ τοῦ ἐνδύματος ἢ ψυχή ; Οὐ γὰρ ἐν ὁ χιτὼν μετὰ τοῦ ἐνδεδυμένου. Ἀμμώνιος δὲ ὁ διδάσκαλος Πλωτίνου τὸ ζητούμενον τοῦτον τὸν τρόπον ἀπελῦτο · Ἔλεγε γὰρ τὰ νοητὰ τοιαύτην ἔχειν φύσιν, ὡς καὶ ἐνούσθαι τοῖς δυναμένοις αὐτὰ δέχεσθαι, καθάπερ τὰ συνερθασμένα καὶ ἡνωμένα, καὶ μένειν ἀσύγχυτα καὶ ἀδιάφθορα, ὡς τὰ παρακείμενα. Ἐπὶ μὲν γὰρ τῶν σωμάτων ἢ ἕνωσις ἀλλοίωσιν πάντως τῶν συνόντων ἐργάζεται ·