Ancient Greek
115.1.22 to 115.1.38
Gregorius Nyssenus Theol., De Anima [Sp.] 115.1.22-38
Unproofread scanNot analysed yet
ἐπειδήπερ εἰς ἄλλα σώματα μεταβάλλεται, ὡς τὰ στοιχεῖα εἰς τὰ συγκεκρίμενα, καὶ αἱ τροφαὶ εἰς αἷμα · τὸ δὲ αἷμα εἰς σάρκα, καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος · ἐπὶ δὲ τῶν νοητῶν ἕνωσις μὲν γίνεται, ἀλλοίωσις δὲ οὐ παρακολουθεῖ. Οὐ γὰρ πέφυκε νοητὸν κατ’ οὐσίαν ἀλλοιοῦσθαι, ἀλλ’ ἢ ἐξίσταται, ἢ εἰς τὸ μὴ ὂν φθείρεται · μεταβολὴν δὲ οὐκ ἐπιδέχεται, ἀλλ’ οὔτε εἰς τὸ μὴ ὂν φθείρεται. Οὐ γὰρ ἂν ἀθάνατος καὶ ἢ ψυχὴ ζωὴ οὖσα, εἰ ἐν τῇ κράσει μεταβάλλετο · ἤλλοιῶθ’ ἂν, καὶ οὐκ ἂν ἐτι ζωὴ. Τί δὲ συνεβάλλετο τῷ σώματι, εἰ μὴ παρέιχεν αὐτῷ τὴν ζωήν ; Οὐκ ἂρα ἀλλοιοῦται ἢ ψυχὴ ἐν τῇ ἑνώσει. Δεδειγμένου τοίνυν τούτου, ὅτι τὰ νοητὰ ἀναλλοιώτα κατ’ οὐσίαν εἶναι, ἀναγκαίως παρακολουθεῖ τὸ μὴ συνδιαφθείρεσθαι οἷς ἡνωται σώματι ἢ ψυχή · ὅτι μὲν γὰρ ἡνωται, ἢ συμπάθεια δείκνυσιν. Συμπαθεῖ γὰρ ὅλον ἑαυτῷ τὸ ζῶον, ὡς ἐν ὂν · ὅτι δὲ καὶ ἀσύγχυτον μένει, ὅλῳ ἐκ τοῦ τὴν ψυχὴν τρόπον τινὰ χωριζομένην ἐκ τοῦ σώματος εἶναι ἕστην, καὶ ὡσπερ νεκρὸν αὐτὸ κεῖσθαι καταλιποῦσαν · μόνον δὲ ἐξαμίζουσαν αὐτῷ τὴν ζωήν, ἵνα μὴ παντελῶς ἀπολῆται, καθ’ ἑαυτὴν ἐν τοῖς ὀνείροις ἐνεργεῖν. θεοῖς ζῶσαν τὸ μέλλον, καὶ τοῖς νοητοῖς πλησιάζουσαν. Τὸ αὐτὸ δὲ συμβαίνει καὶ ὅταν ἐπισκέπτηται τι τῶν νοητῶν. Καὶ τότε γὰρ, ὡς οἶόν τε, τοῦ σώματος ἑαυτὴν