Ancient Greek
195.2
Gregorius Nyssenus Theol., De Virginitate 195.2
Unproofread scanNot analysed yet
ΙΓ ΚΕΦΑΛ. ΙΓ. *"Ὅτι ἡ παρθενία κρείττων τῆς τοῦ θανάτου δυναστείας ἐστίν. *Ἄλλ’ ἐπειδὴ ὁ παράδεισος ζώντων ἐστὶν οἰκητήριον, τοὺς διὰ τῆς ἁμαρτίας νεκρωθέντας οὐ προσδεχόμενος· ἡμεῖς δὲ σάρκινον ὄντες καὶ θνητοὶ, πεπραμένοι ὑπὸ τῆς ἁμαρτίας· πῶς ἐστιν ἐν τῇ χώρᾳ τῶν ζώντων γενέσθαι τὸν τῇ δυναστείᾳ τοῦ θανάτου κρατούμενον; Ποῖον τρόπον καὶ ποίαν ἐπινοιαν ἐξεύροι τις ἂν, ὅπως τῆς ἐξουσίας ταύτης ἐκὶ γενήσεται; Ἄλλ’ ἀρκεῖ πάντως καὶ πρὸς τοῦτο ἡ τοῦ Εὐαγγελίου ὑφηγήσις. Οὐκοῦν ἤκουσασμεν τοῦ Κυρίου πρὸς τὸν Νικόδημον