Ancient Greek
196.1
Gregorius Nyssenus Theol., De Virginitate 196.1
Unproofread scanNot analysed yet
λέγοντος, ὅτι «Τὸ γεγεννημένον ἐκ τῆς σαρκός, σάρξ ἐστιν· τὸ δὲ γεγεννημένον ἐκ τοῦ πνεύματος, πνεῦμα ἐστιν. »Οἴδαμεν δὲ τὴν μὲν σάρκα θανάτῳ διὰ τὴν ἁμαρτίαν οὐσαν ὑπόδειν, τὸ δὲ Πνεῦμα τοῦ Θεοῦ καὶ ἀφθαρτον, καὶ ζωοποιόν, καὶ ἀθάνατον. Ὡςπερ τοὶν τῇ κατὰ σάρκα γενέσει συναποτίθεται πάντως καὶ ἡ διελύουσα τὸ γενηθὲν σώμα· οὕτω δηλαδὴ καὶ τὸ Πνεῦμα τοὺς δι’ αὐτοῦ γενομένους τῇ ζωοποιῶν ἐναποτίθεται δύναμιν. Τί οὖν ἀνακύπτει διὰ τῶν εἰρημένων; Ἀποστάνας ἡμᾶς τῆς κατὰ σάρκα ζωῆς, ἢ πάντως τοιούτος ἐπακολουθεῖ καὶ ὁ θάνατος, τοιούτου ἐπιζητῆσαι βίου, ὃς οὐκέτι τοῦ θανάτου τὴν ἀκολουθίαν ἐφέλκεται. Οὕτος δέ ἐστιν ὁ ἐν παρθενίᾳ βίος. Καὶ ὡς ἀληθῆ ταῦτα, μικρῶν προστεθέντων ἔσται καταφανέστερον. Τίς γὰρ οὐκ οἶδεν, ὅτι τῆς μὲν σωματικῆς συναφείας τὸ ἔργον σωματικὸν θνητῶν ἐστι κατασκευὴ τῆς δὲ πρὸς τὸ πνεῦμα κοινωνίας ζωὴ καὶ ἀφθαρσία τοῖς συναφείσιν ἀντὶ τέκνων προτίγεται; Καὶ καλῶς ἐστὶ τὸ ἀποστολῖχν εἰπεῖν ἐπὶ τούτου, ὅτι «Σῴζεται διὰ τῆς τεκνογονίας ταύτης, »ἢ τῶν τοιούτων τέκνων μήτηρ εὐφραινομένη, καθὼς ἐν θεοῖς ὕμνοις ὁ Ψαλμὸς ἀνεψύχησεν, εἰπών «Ὁ κατοικῶν στεῖρα ἐν οἴκῳ μήτηρ ἐπὶ τέκνοις εὐφραινομένη. »Εὐφραίνεται γὰρ μήτηρ ὡς ἀληθῶς ἢ παρθένος μήτηρ, ἢ τὰ ἀθάνατα τέκνα κυοφοροῦσα διὰ τοῦ Πνεύματος, στεῖρα διὰ τὴν σωφροσύνην ὑπὸ τοῦ Προφήτου ὀνομασμένη. Οὐκοῦν βρῶς ἄρα προτιμητέος τοῖς γε νῦν ἔχουσιν, ὃς χρείττων τῆς τοῦ θανάτου δυναστείας ἐστιν. Ἡ γὰρ σωματικὴ παιδοποιία (καὶ μηδὲν δυσχερανὴν τῷ λόγῳ) οὐ μᾶλλον ζωῆς ἢ ἀλλὰ θανάτου τοῖς ἀνθρώποις ἀφορμὴ γίνεται· ἀπὸ γὰρ γενέσεως ἢ φθορὰ τὴν ἀρχὴν ἔχει, ἥς οἱ παυσάμενοι διὰ τῆς παρθενίας, ἐν ἑαυτοῖς ἔστησαν τὴν τοῦ θανάτου περιγραφήν, περαιτέρω προελθεῖν αὐτὸν δι’ ἑαυτῶν κωλύσαντες, καὶ ὥσπερ τι ὁρισμόν θανάτου καὶ ζωῆς ἑαυτοῖς στήσαντες, ἐπέτυχον αὐτῆς ἐπὶ τὸ πρῶτον φορὰς. Εἰ οὖν οὐ δύναται πρελθεῖν τὴν παρθενίαν ὁ θάνατος, ἀλλ’ ἐν αὐτῇ καταλήγει καὶ καταλύεται, σαφὴς ἀποδείκνυται τὸ χρεῖττον εἶναι τοῦ θανάτου τὴν παρθενίαν· καὶ καλῶς ἀφθρον ὀνομάζεται σῶμα, τὸ μὴ ὑπομὴν τῇ τοῦ φθαρτοῦ βίου ὑπηρεσίᾳ, μηδὲ τῆς θνητῆς διαδοχῆς ὄργανον γενέσθαι καταδεξάμενον.