Ancient Greek
196.2
Gregorius Nyssenus Theol., De Virginitate 196.2
Unproofread scanNot analysed yet
Ἐν τούτῳ γὰρ διεκόπη τὸ συνεχὲς τῆς τοῦ φθελρεσθαι καὶ ἀποθνῄσκειν ἀκολουθίας, ὅπερ ἀπὸ τοῦ πρωτοπλάστου καὶ μέχρι τῆς τοῦ παρθενεύσεως ζωῆς διὰ μέσου γέγονεν. Οὐδὲ γὰρ ἤν δυνατὸν ἀρῆσαι ποτε τὸν θάνατον, ἐνεργουμένης διὰ τοῦ γάμου τῆς ἀνθρωπίνης γενέσεως· ἀλλὰ πάσαις ταῖς προλαδοῦσαις γενεαῖς συμπαροδούων, καὶ τοῖς ἀπὶ παραγόμενοις εἰς τὴν βίον συνοδερχόμενος, ὅρον τῆς ἐνεργείας ἑαυτοῦ τὴν παρθενίαν εὑρεν, ὃν παρελθεῖν τῶν ἀμηχάνων ἐστιν. Ὡςπερ γὰρ ἐπὶ τῆς Θεοτόκου Μαρίας ὁ βασιλεύσας ἀπὸ Ἀλᾶ μὲν ἐκείνης ἐκείνης θάνατος, ἐπειδὴ καὶ κατ’ αὐτὴν ἐγένετο, καθάπερ τινὶ πέτρᾳ τῇ χαριτῇ τῆς παρθενίας προσπεπλαίας, περὶ αὐτὴν συντετρίβη· οὕτως ἐν πάσῃ ψυχῇ τῇ διὰ παρθενίας τὴν ἐν σαρκί