Ancient Greek
201.52
Gregorius Nyssenus Theol., De Virginitate 201.52
Unproofread scanNot analysed yet
τὴν τῆς ψυχῆς τελειότητα· ἀλλὰ καὶ τὸν θεμέλιον, ὑποδεδηῆσθαι δεῖ πάντως, καθὼς φησιν ὁ Ἀπόστολος, Δ [καὶ] τὴν ἐκ χρυσοῦ καὶ λίθων τιμίων οἰκοδομὴν ἐπιθεῖσθαι. Οὕτω γὰρ τὰ ἔργα τῶν ἐντολῶν ὀνομάζεται, κατὰ τὸν εἰπόντα Προφήτην, ὅτι «Ὑγάπησα τὰς ἐντολὰς σου ὑπὲρ χρυσίον, καὶ λίθον τιμιον πολύν. »Ὑποκεισθῶ τοίνυν ἀντὶ θεμελίου τινὸς τῷ κατ’ ἀρετὴν βίῳ ἢ περὶ τὴν παρθενίαν σπουδή· ἐποικοδομησάτω δὲ τῷ θεμαλίῳ τούτῳ πάντα τὰ ἔργα τῆς ἀρετῆς. Εἰ γὰρ καὶ σφόδρα τοῦτο τίμιον καὶ θεοπρεπὲς εἶναι πιστεύεται, ὥσπερ οὖν καὶ ἐστὶ καὶ πεπίστευται· ἀλλ’ εἰ μὴ καὶ ὅλος ὁ βίος τούτῳ συμβαίνει τῷ καταρρώματι, ἐπιμολύνειτο τῇ λοιπῶν τῆς ψυχῆς ἀταξίᾳ, τοῦτό ἐστι τὸ ἐνδύτιον ἐκεῖνο τὸ ἐν τῇ μινὶ τῆς σῶδ, ἢ ὁ μαργαρίτης ὁ ἐν τοῖς ποσὶ τῶν χοίρων καταπατούμενος. Ἄλλὰ περὶ μὲν τούτων τοσαῦτα.