Ancient Greek
202.2
Gregorius Nyssenus Theol., De Virginitate 202.2
Unproofread scanNot analysed yet
18 ΚΕΦΑΛ. ΙΗ'. τινὶ διὰ τῶν καταλλήλων τὸν βίον, τὰ ἐν τῷ οἴκῳ ἑαυτοῦ θεασάμενος παιδευθήτω περὶ τοῦ δόγματος. Δοκεῖ γὰρ μοι, καθάπερ ἐπὶ τῆς ἰδίας οἰκίας ὁ τοῦ οἴκου δεσπότης οὐκ ἀποδέξεται, ἀσεπὴ καὶ ἀσχήμονα τὰ ἐν τῇ οἰκίᾳ βλέπειν, ἢ κλίνην ἀναστραμμένην, ἢ πλῆρη κίπρου τὴν τράπεζαν, ἢ τὰ μὲν τίμια τῶν σκευῶν ἐν βυτταρίοις τισὶ τόποις ἀπερρίμμενα· δσα δὲ πρὸς τὰς ἀτιμοτέρας ὑπηρεσίας ἐσιν, ἐν ὀφθαλμοῖς προκειμένα τῶν εἰσιόντων· ἀλλὰ πάντα εὐσχημόνως C καὶ κατὰ τάξιν τὴν πρέπουσαν διαθεὶς, καὶ ἑκάστην ἀρμόζουσαν ἀποδοὺς χῶραν, θαρρῶν ἀποδέξεται τοὺς ἐπιγενομένους· ὡς οὐδεμιᾶν αἰσχύνην ὀφλήσων εἰ φανερά γένοιτο, ὅπως αὐτὴ τὰ κατὰ τὴν οἰκίαν ἔχοι· οὕτως οἶμαι χρήναι καὶ τοῦ τοῦ σχηνώματος, ἡμῶν οἰκοδεσπότην καὶ οἰκονόμον, τοῦ νοῦ λέγω, παρὰ τὸ ἐν ἡμῖν εὐ διατίθεσθαι, ἑκάστη τε τῶν τῆς ψυχῆς δυνάμεων, ἃς ἀντὶ ὀργάνων καὶ σκευῶν ὁ Δημιουργὸς ἡμῖν ἐνετεκτήνατο, οἰκείως καὶ πρὸς τὸ καλὸν κεχρήσθαι. Εἰ δὲ μὴ φλυαρίαν τινὰ καὶ ἀδολεσχίαν τοῦ λόγου τις καταγιγνώσκει, εἴρησεται καὶ καθ’ ἕκαστον, ὅπως ἂν τοῖς παροῦσιν αὐτῷ χρώμενος, πρὸς τὸ συμφέρον αὐτῷ τὸν βίον οἰκονομήσειε. Φαμὲν τοίνυν τὴν μὲν ἐπιθυμίαν δεῖν ἐν καθαρῇ τῆς ψυχῆς ἰδρυσάμενον ἔχειν, ὥσπερ τι ἀνάθημα ἢ ἀπαρχὴν τῶν ἰδίων ἀγαθῶν ἐξιλάσθαι Θεῷ, ἀφιερώσαντά τε αὐτὴν ἅπαξ, ἀνέπαρυν τε καὶ καθαρὰν διαφυλάττειν, μηδαμοῦ τῇ κατὰ τὸν βίον βυταρίᾳ μιλυνόμενῃ. Τὸν δὲ θυμὸν, καὶ τὴν ὀργήν, καὶ τὸ μῖσος, καθάπερ κύνας τινὰς πυλωροὺς, πρὸς μόνην ἐγρηγορέναι τὴν τῆς ἀμαρτίας ἀντίστασιν, καὶ κατὰ τοῦ κλέπτου καὶ πολεμίου κεχρῆσθαι τῇ φύσει, ὃς ἐπὶ λύμῃ τοῦ θελοῦ θησαυροῦ παρεῖσδύεται, καὶ διὰ τοῦτο ἔρχεται, ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· τὴν δὲ ἀνδρείαν καὶ τὸ θάρσος· ἀντὶ ὅπλου τινὸς διὰ χειρὸς φέρεσθαι, πρὸς τὸ μὴ πτοηθῆναι πᾶς πτόησιν ἐπελθούσαν, καὶ ὁρμὰς ἀδεώνων ἐπερχομένας· ἐλπίδι δὲ καὶ ὑπομονῇ ἀντὶ βακτηρίας,