Ancient Greek
206.2
Gregorius Nyssenus Theol., De Virginitate 206.2
Unproofread scanNot analysed yet
ΚΕΦΑΛ. Κ'. Ἵτι ἀδύνατον ὁμοῦ ταῖς σωματικαῖς ὑπηρετεῖν ἡδοναῖς, καὶ τὴν κατὰ Θεὸν εὐεργεσίαν καποῦσθαι. Ὡς γὰρ οὐκ ἔστι κατὰ ταὐτὸν δύο τινὶ τέχναις ὑπηρετεῖν διὰ τῆς τῶν χειρῶν ἐνεργείας· οἷον γεωργοῦντα καὶ ναυτιλλόμενον, ἢ χαλκεύοντα τε καὶ τεκταίνειν· ἀλλ’ εἰ μέλει μᾶς ὑμῶν ἀντιλήψεσθαι, τῆς ἑτέρας ἀφεκτέον αὐτῇ· οὕτως ἡμῖν καὶ δύο προκειμένων γάμων, τοῦ μὲν διὰ σαρκὸς ἐπιτελουμένου, τοῦ δὲ διὰ πνεύματος, ἢ περὶ τὸν ἕνα σπουδὴ τὸν τοῦ ἑτέρου χωρισμὸν ἀναγκαῖον ποιεῖ. Οὔτε γὰρ δύο κατὰ ταὐτὸν ὀφθαλμοὶ ἰδεῖν ἰκανοί εσιν, εἰ μὴ ἀνὰ μέρος καὶ ἰδίᾳ ἑκατέρῳ τῶν ὀφθαλμῶν ἐπερείστειν· οὔτε ἡ γλῶσσα διαφόροις ὑπηρετήσει φωναῖς, Ἑβραίων τε ῥήματα καὶ Ἑλλήνων ἐν τῷ αὐτῷ φθεγ- Cγομένη· οὔτε ἡ ἀκοὴ διηγήσεώς τε πραγμάτων καὶ διδακτικῶν λόγων κατὰ ταὐτὸν ἀκροάσεται. Ἡ γὰρ διαφορά τῆς φωνῆς, εἰ μὲν ἀνὰ μέρος ἀκούοιτο, ἐνσημαίνειν τοῖς ἀκροαμένοις τὴν ἔνοιαν· εἰ δὲ κατὰ ταὐτὸν μιχθεῖσα πρηχολὴ τὴν ἀκοήν, σύγχυσις τις ἀδιάκριτος τὴν διάνοιαν λήψεται, τῶν στρμαινομένων ἐν ἀλλήλοις συγκεομένων. Κατὰ τὸν αὐτὸν λόγον καὶ τὸ ἐπιθυμητικὸν ἡμῶν φύσιν οὐκ ἔχει ὁμοῦ ταῖς σωματικαῖς ἐξυπηρετεῖν ἡδοναῖς, καὶ τὸν πνευματικὸν μετιέναι γάμον. Οὐδὲ γὰρ διὰ τῶν ὁμοίων ἐπιτηδευμάτων δυνατὸν ἐστιν ἑκατέρου τῶν σκοπῶν λαβεῖν· τοῦ μὲν γὰρ ἐγκράτειαν, καὶ σώματος νέχρωσιν, καὶ τῶν κατὰ σάρκα πάντων ὑπεροψίαν πρόξεινον γίνονται· τῆς δὲ σωματικῆς συναφείας πάντα τὰ ἐναντία. Οὐκοῦν ὥσπερ δύο κυρίων ἐν ἀρέ- Dσει προκειμένων, ἐπειδὴ κατὰ ταὐτὸν οὐκ ἔστιν ἀμφοτέροις γενέσθαι ὑπήκοον (οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δουλεύειν), τὸν ὠφελιμώτερον ὁ εὖ φρονοῦν ἐπιλέγεται· οὕτως ἡμῖν καὶ δύο προκειμένων γάμων, ἐπειδὴ οὐκ ἔστιν ἐν ἀμφοτέροις εἶναι (ὁ γὰρ ἀγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου), σωφρονούντων ἂν φημὶ μὴ διαμαρτεῖν τῆς ἐκλογῆς τοῦ συμφέροντος· ἀλλὰ μήτε τὴν ἐπὶ τούτων ἀγνοῦσαν ὧδὸν ἀγνοῦσαι, ἢν οὐκ ἔστιν ἄλλως ἢ διὰ τινὸς ἀναλογίας μαθεῖν. Ὡς γὰρ ἐν τῷ σωματικῷ γάμῳ ὁ μὴ ἀποδητέος γενέσθαι σπουδάζων, καὶ