Ancient Greek
207.1
Gregorius Nyssenus Theol., De Virginitate 207.1
Unproofread scanNot analysed yet
A τῆς τοῦ σώματος εὐεξίας, καὶ τοῦ πρέποντος καλλωπισμοῦ, καὶ πλούτου περιουσίας, καὶ τοῦ μηδὲν, μήτε ἐκ τοῦ βίου, μήτε ἐκ τοῦ γένους ἐπαχθεσθαι τι ὄνειδος, πολλὴν ποιήσεται πρόνοιαν (οὕτω γὰρ ἂν τύχῃ μάλιστα τῶν κατὰ γνώμην)· τὸν αὐτὸν τρόπον καὶ ὁ τὸν πνευματικὸν γάμον ἐαυτῷ μετιών, πρῶτον μὲν νέον ἐαυτὸν καὶ πάσης παλαιότητος κεχωρισμένον τῇ ἀνακαινώσει τοῦ νοὸς ἐπιδείξει· εἶτα πλούσιον γένος, ᾧ τὸ πλουτεῖν ἐστὶ περισσοῦσθαι· οὗ τοῖς ἀπὸ τῆς σμυνομένου χρήμασιν, ἀλλὰ τοῖς οὐρανοῖς θησαυροῖς κοσμεῖται. Γένους δὲ σεμνότητα, οὐ κατὰ τὴν αὐτόματον συντυχίαν, πολλοῖς καὶ τῶν φαύλων· προσούσαν, χάκεινος ἔχειν φιλοτιμησεται, ἀλλὰ τὴν πόνῳ καὶ σπουδῇ δι’ οἰκείων κατορθωμάτων προσγινομένην, ἣν μόνοι αὐχούσιν οἱ τοῦ φωτὸς υἱοί, καὶ τέκνα Θεοῦ, καὶ τῶν ἀφ’ ἡλίου ἀνατολῶν εὐγενεῖς διὰ τῶν ἔργων τῶν φωτεινῶν χρηματίζοντες· ἰσχὺν δὲ καὶ εὐεξίαν, οὐ σώμα ἀσκῶν, οὐδὲ καταπατιῶν τὴν σάρκα περιποιήσεται, ἀλλὰ πᾶν τούναντίον, ἐν τῇ τοῦ σώματος ἀσθενείᾳ τελειῶν τὴν τοῦ πνεύματος δύναμιν. Οἴδα δὲ καὶ τὰ δῶρα τοῦ γάμου τούτου οὐκ ἀπὸ φθαρτῶν χρημάτων πεποιημένα, ἀλλ’ ἐκ τοῦ ἰδίου πλούτου τῆς ψυχῆς δωροφορούμενα. Βούλει μαθεῖν τὰ τῶν δώρων ὀνόματα; ἄκουσον Παύλου τοῦ καλοῦ νυμφαγωγού, ἐν οἷς πλουτοῦσιν οἱ ἐν παντὶ συνίσαντες ἑαυτούς· ἐν οἷς δὲ τὰ πολλὰ καὶ μεγάλα εἰπών, «Καὶ ἐν ἀγνότητι »φησίν. Καὶ πάλιν ὅσα ἐτέρωθεν ἐν τοῖς τοῦ πνεύματος καρποῖς ἀπαριθμεῖται, πάντα τοῦ γάμου τούτου δῶρά ἐστι· καὶ εἴ τις μέλλει πειθεσθαι τῷ Σολομῶντι, καὶ τὴν ἀληθῆ σοφίαν σύνοικόν τε καὶ βίου κοινωνὸν ἑαυτῷ λαμβάνειν (περὶ ἧς φησιν, ὅτι «Ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε· τίμησον αὐτήν, ἵνα σε περιλάβῃ »)· ἐπαξίως τῆς ἐπιθυμίας ταύτης παρασκευασεται ἐν καθαρᾷ τῇ στολῇ τοῖς ἐν τῷ γάμῳ συνεφραινομένοις συνορτάζειν· ἵνα μὴ ἀποβλητὸς γένηται, τῆς μὲν ἑορτῆς συμμετασχεῖν ἀξίων, τὸ δὲ ἔνδυμα τοῦ γάμου μὴ περιελιμένος. Δῆλον δὲ ὅτι κοινὸς ὁ λόγος ἐστίν, ἐπὶ τε ἀνδρῶν καὶ γυναικῶν ὁμοίως, εἰς τὴν περὶ τῶν τοιούτων γάμων σπουδήν· ἐπειδὴ γὰρ, καθὼς φησιν ὁ Ἀπόστολος, «Οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντα δὲ καὶ ἐν πᾶσι Χριστός· »εἰκῶς ὁ τῆς σοφίας ἐραστὴς τὸν ἕνθεον ἔχει τῆς ἐπιθυμίας σκοπόν, ὃς ἐστὶν ἡ ἀληθὴς σοφία· καὶ ἡ τῷ ἀφθάρτῳ νυμφίῳ προσκολληθεῖσα ψυχή, τῆς ἀληθινῆς σοφίας ἔχει τὸν ἔρωτα, ἥτις ἐστὶν ὁ Θεός. Ἀλλὰ τί μὴν ὁ πνευματικὸς γάμος ἐστὶ, καὶ πρὸς τίνα βλέπει σκοπὸν ὁ καθαρὸς τε καὶ οὐράνιος ἔρως, μετριῶς ἡμῖν ἐκ τῶν εἰρημένων ἀνακεκλύπται.