Ancient Greek
554.1
Gregorius Nyssenus Theol., Epistulae 554.1
Unproofread scanNot analysed yet
Τριάδι πιστευομένων προσώπων εὐσεβῶς ὁμολογεῖται, οὐκ ἔχει φύσιν τὸ αὐτὸ καὶ τέλειον, καὶ πάλιν διὰ συγχρήσεως ἀτελὲς ὀνομάζειν. Τὸ γὰρ ἔλαττον κατὰ τὸ μέγεθος τῆς δυνάμεως, ἤτοι τῆς ἀγαθότητος, οὐδὲν ἄλλο ἐστίν, ἢ ἀτελὲς εἶναι κατὰ τοῦτο δυσχωρίζεσθαι. Εἰ οὖν τέλειος ὁ Υἱός, τέλειον καὶ τὸ Πνεῦμα, τέλειον τέλειον, οὔτε ἀτελέστερον οὔτε τελειότερον ἐπινοεῖ ὁ λόγος· ἀλλὰ καὶ ἐκ τῶν ἐνεργειῶν τὸ ἀδιαίρετον τῆς δόξης καταμανθάνομεν. Ζωοποιεῖ ὁ Πάτηρ, καθὼς ἔφη τὸ Εὐαγγέλιον· ζωοποιεῖ καὶ ὁ Υἱός· ζωοποιεῖ δὲ καὶ τὸ Πνεῦμα κατὰ τὴν τοῦ Κυρίου μαρτυρίαν τοῦ εἰπόντος, ὅτι τὸ Πνεῦμα ἐστὶ τὸ ζωοποιοῦν. Προσῆκει οὖν δύναμιν ἐκ Πατρὸς ἀρχομένην, καὶ δι' Υἱοῦ προιούσαν, καὶ ἐν Πνεύματι ἀγίῳ τελειουμένην νοεῖν. Ἐμάθομεν γὰρ πάντα ἐν Θεοῦ εἶναι καὶ πάντα διὰ τοῦ Μονογενοῦς, καὶ ἐν αὐτῷ συννεστάναι (15)· καὶ διὰ πάντων διέχειν τὴν τοῦ Πατρὸς δύναμιν, πάντα ἐν πᾶσι καθὼς βούλεται ἐνεργοῦσαν, ὡς φησιν ὁ Ἀπόστολος.