Ancient Greek
554.2
Gregorius Nyssenus Theol., Epistulae 554.2
Unproofread scanNot analysed yet
EΠΙΣΤΟΛΗ ΚΕ'. Ἀμφιλοχίῳ. Ἦδη μοι πέπεισμαί κατορθώσασθαι κατὰ Θεοῦ χάριν τὴν ἐπὶ τῷ μαρτυρίῳ (16) σπουδήν. Θελήσας! Πέρας τὸ σπουδαζόμενον ἔξει τῇ δυνάμει τοῦ Θεοῦ, ἔργον ποιεῖσθαι δυναμένου τὸν λόγον, ἢ ἂν εἴπῃ. Ἐπειδή, καθὼς φησιν ὁ Ἀπόστολος, ὁ ἐναρξάμενος ἔργον ἀγαθόν, καὶ ἐπιτελέσει· παρακληθήτω καὶ ἐν τοῖς μὴ μνητὴς γενενθᾶαι (17) τοῦ μεγάλου Παύλου, καὶ εἰς ἔργον ἡμῖν προσαγαγεῖν τὰς ἐλπίδας, καὶ τεχνίτας ἡμῖν τοσούτους πέμψαι, ὥστε ἰκανοὺς πρὸς τὸ ἔργον εἶναι. Γένοιτο δ' ἂν ἐκ συλλογισμοῦ τῇ τελειότητί σου γνώριμον, εἰς ὅσον μέτρον ἅπαν τὸ ἔργον