Ancient Greek
562.10
Gregorius Nyssenus Theol., Epistulae 562.10
Unproofread scanNot analysed yet
λουθία αὐτῆ. μεταδάλωμεν εἰς ὀδύνην, καὶ πένθος ἀπαρηγόρητον. Πενθήσωμεν (3) τὴν εἰρήνην, ἣν ἐκεῖνος μισεῖ. Καταλείψωμεν τὸ ζυγομαχεῖν, καὶ σταυλίζειν τὰς λέξεις τῶν δόγματος. Πανώσταχα τὸ θέλειν εἶναι τῶν διδασκάλων διδάσκαλοι. Μισήσωμεν τὸ λογομαχεῖν ἐπὶ καταστροφὴ τῶν ἀκούοντων. Πιστεύσωμεν ὡς οἱ πατέρες ἡμῶν παρεδίδωκαν. Οὐχ ἑσμέν τῶν πατέρων σοφώτεροι· οὐδ’ ἐσμέν τῶν διδασκάλων ἀκριβέστεροι. Ἐν εἰρήνῃ ἐκάλεσεν ἡμᾶς ὁ Θεός, οὐχ ἐν μάχῃ. Ὡς ἐκλήθημεν, οὕτως προσμενῶμεν τῇ μυστικῇ τραπέζῃ, ἐν ἧ τῶν οὐρανίων μεταλαμβάνομεν. Μὴ γινώμεθα κατὰ ταυτὸν ὁμοτράπεζοι, καὶ ἀλλήλων ἐπίβουλοι :μὴ ἐνταῦθα κοινωνικοί, καὶ ἔξω ἐπίβουλοι.