Ancient Greek
563.2
Gregorius Nyssenus Theol., Epistulae 563.2
Unproofread scanNot analysed yet
Πρωτότοκος ὁ Κύριος ἠκούσεν ἐκ τῆς Παρθένου, οὐχ ὅτι δεύτερόν τινα ὁμοιογενῆ προσεχάλεσατο, ἀλλ’ ὅτι πρωτότοκος ἀσύγκριτός ἐστι πρὸς τοὺς υἱοὺς τῶν ἀνθρώπων. Οὐδὲ γὰρ διὰ τὸ εἰπεῖν τὸν Ἀπόστολον περὶ τῆς τοῦ Κυρίου ἐκ Πατρὸς ἀνάρχου γεννήσεως, Ὁς ἐστι πρωτότοκος πάσης κτίσεως, ἤδη καὶ ἀδελφὸν τοῦ Κυρίου συνεγράφατο. Οὐδ’ αὖ πάλιν ὁ αὐτός, πρωτότοκον ἐκ τῶν νεκρῶν καλέσας, ἤδη καὶ δμαῖμον τοῦ Κυρίου παρεστήσαγε, παραπλησίως τὸν ἤδη πατήσαντα. Ἄλλὰ πρωτότοκος ὁ Κύριος ἐκ τοῦ Πατρὸς καὶ ἐκ τῆς Παρθένου καὶ ἐκ τῶν νεκρῶν, ἵνα διὰ πάντων γνωθῇ τὸ μοναδικὸν τῆς υὑτητος αὐτοῦ. Ἄσύγκριτος γὰρ ὁ δεσποτικὸς τόκος· ὅπου γὰρ ἡ μήτηρ παρθένος, πῶς τόκος ἐρμηνευόμενος;