Ancient Greek
104.6
Gregorius Nyssenus Theol., Testimonia Adversus Judaeos [Sp.] 104.6
Unproofread scanNot analysed yet
Δέγει Δαβὶδ ἐν δευτέρῳ καὶ τριακοστῷ ψαλμῷ · «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. »Οὐ Λόγος οὖν ὑπάρχει ἀέρος τύπωσις σημαντικὴ διὰ φωνητικῶν ὀργάνων ἐκφερομένη, οὔτε Πνεῦμα στόματος ἀτμὸς, ἐκ τῶν ἀναπνευστικῶν μερῶν ἐξωθοῦμενος, ἀλλὰ Λόγος μὲν ὁ πρὸς Θεὸν ἐν ἀρχῇ, καὶ Θεὸς ὧν · Πνεῦμα δὲ στόματος Θεοῦ, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ παρὰ τοῦ Πατρὸς ἐκπορευόμενος. Τρία τοίνυν νόει, τὸν προσταττόντα Κύριον, τὸν δημιουργοῦντα Λόγον, τὸν στερεοῦντα, τοῦτέστι τὸ Πνεῦμα · τὴν γὰρ στερέωσιν, τὸν ἀγιασμὸν εἴπε καὶ τὴν συμπλήρωσιν. Ἵνα δὲ μάθῃς ὅτι οὐ τοῦτῳ λέγει τῷ προφορικῷ, ἀλλὰ τῷ ἐνυποστάτῳ, καὶ αὐτὸς ἀλλαχῶ λέγει · «Ἀποστελεῖ τὸν Λόγον αὐτοῦ, καὶ τήξει αὐτά· πνεύσει τὸ Πνεῦμα αὐτοῦ, καὶ βυήσεται ὕδατα. »Λόγος δὲ ἀνυπόστατος οὐκ ἀποστέλλεται. Καὶ πάλιν · «Ἀπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἴασατο αὐτούς, καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. »