Ancient Greek
105.1
Gregorius Nyssenus Theol., Testimonia Adversus Judaeos [Sp.] 105.1
Unproofread scanNot analysed yet
Καὶ πάλιν· «Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. »«Τίς ἔστη ἐν ὑποστηρίγματι (2) Κυρίου, καὶ εἶδε τὸν Λόγον αὐτοῦ; »Λόγος δὲ ἀνθρώπου οὐ θεωρεῖται. Ὅρᾷς, ὅτι οὐχ ἀκουστόν, ἀλλ’ ὁρατὸν Λόγον λέγει, δῆλον τὸν ἐνυπόστατον, ὅπότε κατὰ τὸν εἰκότα λογισμόν, οὐδὲ χώραν ἔχει ἐπὶ Θεοῦ τὸ τὸ ἀνυπόστατον λόγου. Ἥμας γὰρ ἐκάθισεν οὐ τὸ δημιουργῆσαι λόγῳ, διὰ τὰς πρὸς ἀλλήλους συνουσίας, καὶ τὸ γινώσκειν ἡμᾶς τὰ ἀλλήλων διὰ τοῦ λόγου. Συντελεῖ δὲ ἡμῖν καὶ τὸ πνεῦμα πρὸς τὴν τοῦ σώματος σύστασιν, διὰ τὸ προσφέσθαι, καὶ πάλιν ἀπολείπεσθαι αὐτό· ἐπὶ δὲ Θεοῦ, τοῦ καὶ μόνου ἀσωμάτου, οὐ δυνατὸν ὑπολαβεῖν ταῦτα. «Ἐστὶ τελεῖς, ὁ Θεός, τῇ δυνάμει σου. Χριστὸς δὲ Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία. »Ἐκ προσώπου τῆς Σοφίας, τοῦτέστι τοῦ Υἱοῦ, «Ἦνινα ἠτοιμάζεις τὸν οὐρανόν, συμπάρημην αὐτῷ· καὶ ἐγὼ ἤμην, ἥ ἥχαρε (3)· καθ’ ἡμέραν ὑψαινόμην τῷ προσώπῳ αὐτοῦ. »