Ancient Greek
105.2
Gregorius Nyssenus Theol., Testimonia Adversus Judaeos [Sp.] 105.2
Unproofread scanNot analysed yet
Ποίαν οὖν ἔχει χώραν ταῦτα, εἰ μὴ ἦν ἐνυπόστατον πρόσωπον; Οὐ γὰρ ἔστιν ἄλλος, πρὸς ὃν διαλέχθη· «Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; »Ἄλλ’ ἠρκεσεν αὐτῷ μόνη βούλησις εἰς τὴν τῶν πάντων δημιουργίαν. Εἴρηται γὰρ· «Καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τῶν ὑδάτων. »Τὸ ἐνυπόστατον τοῦ ἁγίου Πνεύματος θαλλόντος καὶ ζωογονοῦντος εἰς τὴν μέλλουσαν γονὴν τὰ πάντα, τῆς Γραφῆς δηλοῦστος. Ὅν οὕτως ἔχοντων, σαφὴς ἡ τῆς ἁγίας Τριάδος, Πατρὸς, φημί, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ἀπόδειξις. Αὐτὴ γοῦν πρὸς ἑαυτὴν ἡ ἁγία καὶ ὁμοούσιος Τριάς τὸ, «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. »Μονοφρόνησις γὰρ νοητῶς πρὸς τὴν εἰκόνα τοῦ Μονογενοῦς. Καὶ πάλιν· «Ἴδου Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν. »Ὅτι δὲ διὰ τοῦ Λόγου τὰ πάντα ἐδημιούργησεν ὁ Θεός, σαφὲς ἀφ’ ὧν ἐπὶ ἑκάστου τῶν δημιουργημάτων γέγραπται τὸ, «Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω, »τῆς Γραφῆς σημαίνουσης τὴν διὰ τοῦ Λόγου δημιουργίαν· εἰ γὰρ μὴ τοῦτο ἦν, ἠρκεῖ εἰπεῖν· Καὶ ἐποίησεν ὁ Θεὸς οὐρανόν, καὶ γῆν, καὶ τὰ λοιπά· καὶ πάλιν· Προστάξαντος τοῦ Θεοῦ ἐγενήθη τὸ στερέωμα· καὶ πάλιν, Διεχώρισεν ὁ Θεός. Καὶ ὅταν ἀκούσῃς τὸ, «Εἶπεν ὁ Θεός, »εὐθὺς τῇ ἐνοίᾳ σύναγε τὸν ἀκούσαντα τοῦ εἰπόντος· «Καὶ εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστήρες. Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς φωστήρας. »Τίς εἶπε, καὶ τίς ἠκούσε; Καὶ ἐπὶ πλείστοις τόποις τῆς Παλαιᾶς ἔστιν εὑρεῖν, τρέμα ὑποδεικνυμένης τῆς ἁγίας Τριάδος τὴν ὑπόστασιν καὶ τὸ ὁμοούσιον αὐτῆς· οἷον ὡς ἐπὶ τοῦ Ἀβραάμ· «Ἄνθρωπος, »φησί, «αὐτῷ ὁ Θεὸς πρὸς τῇ δρυὶ τῇ Μαμρῆ, »καθορῶν