Ancient Greek
109.2
Gregorius Nyssenus Theol., Testimonia Adversus Judaeos [Sp.] 109.2
Unproofread scanNot analysed yet
Πολλοὶ ἀνέστησαν προφῆται. Ἄρα περὶ ποίου αὐτῶν λέγει; Οὗτος δὲ ὁ ἀναστησόμενος, ἀρὰ τὰ Μωσέως διδάξει, ἢ ἕτερα; Εἰ μὲν τὰ Μωσέως, τί τὸ περιέργον, ἄλλον ἀναστῆναι ἀρχούντος Μωσέως; Εἰ δὲ ἕτερα, εἴπατῶσαν, καὶ ποία ἦν τὰ διδάγματα αὐτοῦ, καὶ τίς ὁ προφήτης; τῶν γὰρ νενομισμένων οὐδείς ἐξωθεν, ἢ ἐδίδαξεν, ἢ ἠτησε παρ' αὐτῶν τι. Καὶ αὐτὸς δὲ ὁ τῶν ὅλων Θεὸς ἐκύρωσε (23) τὴν περὶ ἑαυτοῦ προφητείαν, εἰπών, «Ὀρθῶς πάντα ἐλάλησαν· Προφήτην αὐτοῖς ἀναστήσω ἐκ μέσου τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ· καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ. »Σχόπει οὖν τὴν δύναμιν τοῦ ῥητοῦ. Οὐδὲ γὰρ ἄλλῳ προφήτῃ εἶπε δεδωκέναι ῥῆμα· αὐτοὶ γὰρ δουλοπρεπῶς διακονοῦντες ἔλεγον· «Τάδε λέγει Κύριος. »Αὐτὸς δὲ κατὰ τὸν πατρικὸν ἀξιῶμα, ἔλεγε τῷ λεπρῷ, «Θέλω, καθαρίσθητι. »Τοῖς τεθνεῶσι, «Νεανίασκε (24), σὺ λέγω, ἐγέρθητι· »καὶ, «Λάζαρε, δεῦρο ἔξω. »Τῇ θαλάσσῃ ἐπιτιμᾷ, καὶ τοῖς πνεύμασιν ἐν ἐξουσίᾳ, «Σιώπα, περιίμωσο. »Τί δὲ τὸ, «Προφήτην ὡσπερ σέ; »Ἀντιπαραθέντες τὰ Μωσέως τοῖς Χριστοῦ (25) εὐρήσομεν ἐπὶ σχολῆς, καὶ αὐτὸ δὲ τὸ εἰρημένον ὑπὸ Μωσέως ἐν τῷ νόμῳ, ὅτι οὐκ ἔστιν ἐπ' αὐτῶν προσθεῖναι, καὶ οὐκ ἔστιν ἀπ' αὐτῶν ἀφελεῖν. Εἶτα καὶ εἰπών, «Αὐτοῦ ἀκούσετε κατὰ πάντα, ὅσα ἀν λαλήσῃ πρὸς ὑμᾶς, »σημαίνει τὸ ὑπέρχον (26) τοῦ προφητευομένου. Ἠσαΐας (27), «Ἰδοὺ ὁ Θεὸς ἡμῶν (28)· ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρίας. »Δαβὶδ, «Ὡμοσε Κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν (29)· Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. »Καὶ πάλιν, «Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου. Ὡμοσα Δαβὶδ τῷ δούλῳ μου· Ἔως τοῦ αἰῶνος ἐτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου. »Ἐν τοῖς Παραλειπομένοις· «Καὶ ἔσται ὅταν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθῇς μετὰ τῶν πατέρων σου. Καὶ ἀναστήσῃ τὸ σπέρμα σου μετὰ σέ, δ (30) ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἐτοιμάσω τὴν βασιλείαν αὐτοῦ. Αὐτὸς οἰκοδομήσει μοι οἶκον· καὶ