Ancient Greek
110.1
Gregorius Nyssenus Theol., Testimonia Adversus Judaeos [Sp.] 110.1
Unproofread scanNot analysed yet
ἀνωρθῶσω τὴν βασιλείαν αὐτοῦ εἰς τὸν αἰῶνα (31). Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς Υἱόν, καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσεται ἀπ’ αὐτοῦ, καθὼς ἀπέστησεν ἀπὸ τῶν ἐμπροσθέν σου. Καὶ πιστῶσω αὐτὸν ἐν οἴκῳ μου · καὶ ἡ βασιλεία αὐτοῦ (32) ἕως αἰῶνος· καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος ἕως αἰῶνος. »Σολομών, «Καὶ νῦν, Κύριε ὁ Θεὸς Ἰσραήλ, πιστωθήτω δὴ τὸ ῥῆμά σου τῷ Δαβὶδ τῷ Πατρὶ μου · εἰ ἀληθῶς (33) κατοικήσει ὁ Θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς. »Ἰερεμίας, «Καὶ ἄνθρωπός ἐστι, καὶ τὶς γνώσεται αὐτόν; »Ἀμώς · Ἐπικαλεῖστο (34) τὸν Θεόν σου · ἐτοιμάζου, Ἰερουσαλήμ, ὅτι ἐγὼ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀποστέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν μου (35), ποιῶν δρόνον, καὶ ὀμίχλην, καὶ ἐπὶβαινον ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς. »Μιχαίας, «Ἀκούσατε, λαοὶ πάντες, λόγον, Β καὶ προσεχὲν τῇ γῇ (36), καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ· καὶ ἔσται Κύριος ἐν ἡμῖν εἰς μαρτύριον, Κύριος ἐκ ναοῦ ἁγίου αὐτοῦ, διότι ἰδοὺ Κύριος ἐκπορεύσεται ἐκ τοῦ τόπου αὐτοῦ, καταβήσεται ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς. »