Ancient Greek
111.2
Gregorius Nyssenus Theol., Testimonia Adversus Judaeos [Sp.] 111.2
Unproofread scanNot analysed yet
Γ. Περὶ τῆς γεννήσεως αὐτοῦ τῆς ἐκ Παρθένου. Ἠσαίας, ›Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐ[μ]μανουήλ· ›ὁ ἐρμηνεύεται, Μεθ' ἡμῶν ὁ Θεός· ›Καὶ πρὶν ἐπιγνῶναι πατέρα, ἢ μητέρα, λήψεται δύναμιν Δαμασχοῦ, καὶ τὰ σκίλα Σαμαρείας ἐδεται. ›Καὶ Σολομὼν προφητικῶς, (42) ›Παὶς ἤμην εὐφυής, ψυχὴν τε ἔλαχον ἀγαθῆς· μᾶλλον δὲ ἀγαθὸς ὤν, ἤλθον εἰς σῶμα ἀμίαντον. ›(43) (Τίς οὖν πρὸ γεννήσεως ἦν ἀγαθός; καὶ τίς ἤλθεν εἰς σῶμα ἀμίαντον;) Ἠσαίας, ›Καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίχλουστοι, ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, (44) καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος, Θαυμαστὸς, Σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστής, Ἄρχων ειρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος. Καὶ πάλιν, ›Ἰδοὺ ἡ δάμαλις τέτοκε, καὶ οὐ τέτοκε (45). ›Τοῦτο δὲ δηλοῖ τὴν Παρθένον. Καὶ πάλιν, ›Βούτυρον, καὶ μέλι φάγεται (46). ›Τοῦτῶν γὰρ ἐτρέφετο κατιούσης τῆς μητρὸς αὐτοῦ ἀπὸ τῆς ἀπογραφῆς· ὕστερον γὰρ εὐπόρησεν γάλακτος. Καὶ πάλιν, ›Οὕτως λέγει Κύριος Σαβαὼθ· Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων· καὶ οἱ Σαβαεῖμ ἄνδρες ψυχῆν ἐπὶ σὲ δια-