Ancient Greek
112.1
Gregorius Nyssenus Theol., Testimonia Adversus Judaeos [Sp.] 112.1
Unproofread scanNot analysed yet
δῆνονται (47), καὶ σοὶ ἔσονται δοῦλοι, καὶ ὅπῃσιν σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ διαβήσονται πρὸς σέ, καὶ προσκυνήσουσί σοι καὶ ἐν σοὶ προσεύξονται ὅτι ὁ Θεὸς ἐν σοὶ ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεός, καὶ οὐκ ἤδειμεν, Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ (48). »Ἰεζεκιήλ, «Καὶ ἐπέστρεψέ με Κύριος κατὰ τὴν ὄψιν τῆς πύλης τῆς βλέπουσας κατὰ ἀνατολὰς, καὶ αὕτη ἦν κεκλεισμένη· καὶ εἶπε Κύριος πρὸς μέ· Γιν' ἀνθρώπου, ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται (49), καὶ ἐξελεύσεται δι' αὐτῆς, καὶ ἔσται κεκλεισμένη. »Ἠσαΐας, «Ἐκ κοιλίας μητρὸς ἐκάλεσα τὸ ὄνομα αὐτοῦ Μάχαιραν ὀξεῖαν (50). »Δανιήλ, «Ἰδοὺ ἐτμήθη λίθος ἄνευ χειρῶν, καὶ ἐπάταξε τὸν ἀνδριῶνα, καὶ ἐγένετο εἰς ὄρος μέγα, καὶ ἐπλήρωσε τὴν οἰκουμένην. »Ὁ οὖν τμηθεὶς λίθος ἄνευ χειρός, ἐστιν ὁ γεννηθεὶς ἄνευ σπορᾶς ἀνδρός. Ἠσαΐας πάλιν, «Ἄκουε, οὐράνε, καὶ ἐνωτίσου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βούς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, οὐδὲ ὁ λαός με συνῆκε. »Καὶ πάλιν, «Λάβε τόμον καινοῦ χάρτου μεγάλου (51), καὶ γράφον ἐν αὐτῷ γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομῆν ποιῆσαι σκῦλιν. Καὶ προσήλθον πρὸς τὴν προφήτιν, καὶ ἐν γαστρὶ ἔλαβε, καὶ ἔτεκεν υἱόν· καὶ εἶπέ μοι Κύριος· Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκῦλευσον, Ὀξέως προνόμευσον. »Τόμον οὖν καινὸν νοοῦμεν τὴν Παρθένον· ὡς γὰρ ὁ χάρτης καινὸς ἐστὶ καθαρός, ἄγραφος ὢν, οὕτως καὶ ἡ Παρθένος ἅγια ἀμύητος ἀνδρός. Καὶ πάλιν (52), «Πᾶν ἄρσεν διανοῖγον μήτραν, ἅγιον τῷ Κυρίῳ κληθήσεται. »Οὐδὲν δὲ ἄρσεν διανοίγει μήτραν, ἀλλ' ἡ κοινωνία ἀνδρὸς πρὸς γυναῖκα. Τὸ γοῦν εἰρημένον περὶ τοῦ Κυρίου νοητέον. Συμβαίνει δὲ πολλοὺς τῶν πρωτοτόκων εἶναι ἀσεβεῖς, καὶ ἁμαρτωλοὺς. Πῶς οὖν οὗτοι ἅγιοι τῷ Κυρίῳ, διὰ τοῦτο καὶ ἄωμοι; διὰ τί δὲ μὴ καὶ πᾶν θῆλυ; Δῆλον οὖν, ὅτι αὐτὸς ἅγιος (53) καὶ ἄωμος μόνος, Δαβὶδ. «Μήτηρ Σιὼν ἐρεῖ, Ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὑψιστος. »et inculpatum. David, a Mater Sion dicit :Homo et inculpatus 86. »