Ancient Greek
112.2 to 113.37
Gregorius Nyssenus Theol., Testimonia Adversus Judaeos [Sp.] 112.2-113.37
Unproofread scanNot analysed yet
Δ'. Περὶ θαυμάτων, ὧν ἐμελλε ποιῆσιν ἐνανθρωπίσας ὁ Κύριος. Ἰερεμίας (54), «Ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένεων, καὶ εἰς φῶς ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομήσει κληρονομίαν (55) ἐρήμου, λέγων τοῖς ἐν δεσμοῖς, 'Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει, 'Ἀνακαλύφθητε. Ἰ Καὶ ὅτι οὐ περὶ φιλοῦ ἀνθρώπου λέγει, αὐτὸς ἦν ὁ εἰπών, «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. »Ἠσαΐας, «Ἱσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα· παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε. Ἰδοὺ ὁ Θεὸς ἡμῶν, Ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται. »Καὶ πάλιν, «Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἀλείται, ὡς ἕλαφος, ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογύλλων (56). »Καὶ πάλιν, «Πνεῦμα Κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν. Ε'. Περί προδοσίας. Δαβὶδ, «Ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερισμόν. »Σ'. Περί Πάθους. «Λαὸς μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ἐκτράψουσιν. 'Αλλὰ νῦν καταστήσεται Κύριος εἰς κρίσιν, καὶ στήσει τὸν λαὸν αὐτοῦ εἰς κρίσιν (57). Αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτῶν. »Δαβὶδ, «Ἱνα τί ἐφρύαξαν ἕθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τῷ αὐτῷ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. »Ἱερεμίας, «Πνεῦμα προσώπου ἡμῶν Θεὸς Κύριος (58) συνέληφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὗ εἰπομεν 'Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἕθνεσιν. »Ἠσαΐας, «Αὐτὸς τὰς ἁνομίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται καὶ ἡμεῖς ἐλογιζόμεθα αὐτὸν ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει. Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ ἠμα- λάκισται διὰ τὰς ἁνομίας ἡμῶν. Παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Πάντες ὡς πρόβατα ἐπλανήθημεν· ἕκαστος τὴν ὁδὸν αὐτοῦ (59) ἐπλανήθη. Καὶ Κύριος παρέδωκεν αὐτὸν