Ancient Greek
117.2
Gregorius Nyssenus Theol., Testimonia Adversus Judaeos [Sp.] 117.2
Unproofread scanNot analysed yet
B Ὁμοίως ὁ Θεὸς βοᾷ, λέγων· ›Ζῷ ἐγώ, λέγει Κύ-ριος, ὅτι περὶ θυσιῶν, καὶ ὁλοκαυτωμάτων οὐκ ἐν-τεταίλημι πρὸς τοὺς πατέρας ὑμῶν, ἀφ' ἧς ἡμέρας ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, καὶ ἕως τῆς ἡμέ-ρας ταύτης. ›Ἠσαΐας (90), ›Μὴ ἐγὼ ἐντειλάμην τοῖς πατράσιν ὑμῶν, ἐκπορευομένοις ἐκ γῆς Αἰγύ-πτου προσενεγκεῖν (91) μοι ὁλοκαυτώματα καὶ θυ-σίαν; ›Καὶ πάλιν, ›Τί μοι πλήθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος; πλήρης εἰμὶ ὁλοκαυτωμάτων (92) κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων, καὶ τρά-γων οὐ βούλομαι· οὐδ' ἂν ἐρχησθε ὀφθῆναι μοι. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλὴν μου οὐ προσθήσεσθε. Ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον θυμίαμα βδέλυγμα μοι ἐστι (93). Τὰς νεομηνίας ὑμῶν, καὶ τὰ Σάββατα ὑμῶν, καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν, καὶ ἀργίαν, καὶ τὰς ἑορτὰς ὑμῶν, μισεῖ ἡ ψυχή μου. ›Καὶ πάλιν (94), ›Λούσασθε, καὶ καθαροὶ γίνεσθε, ἀφέλετε