Ancient Greek
118.1
Gregorius Nyssenus Theol., Testimonia Adversus Judaeos [Sp.] 118.1
Unproofread scanNot analysed yet
τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν. »Δαβὶδ, «Οὐ ἄ φάγομαι κρέα ταύρων, τὸ αἷμα τράγῶν πίσομαι. »Καὶ πάλιν, «Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. »Καὶ πάλιν, «Θύσον τῷ Θεῷ θυσίαν αἰνέσεως (95). »Ἁμώς, «Μερύσηκα, ἀπώσμαι τὰς ἑορτὰς ὑμῶν, ([96] καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν (97)· διότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας ὑμῶν,) οὐ προσδέξομαι αὐτά, καὶ σωτηρίῳ ἐπιφανείας ὑμῶν (98) οὐκ ἐπιβλέψομαι. Μετάστησον ἀπ' ἐμοῦ ἤχον ψαλμῶν σου, καὶ ψαλμὸν ὀργάνων οὐκ ἀκούσομαι. »(99) Μαλαχίας, «Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπ' ἀνατολῶν ἡλίου, καὶ ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται (1) τῷ ὀνόματί μου, καὶ θυσία καθαρά· διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει Κύριος παντοκράτωρ. »