Ancient Greek
118.2
Gregorius Nyssenus Theol., Testimonia Adversus Judaeos [Sp.] 118.2
Unproofread scanNot analysed yet
II. Περὶ τοῦ Σαββατίου. Τὸ Σάββατον ἐδόθη αὐτοῖς, τοῦ καταπαύσαι (2) τὴν φιλοχρήματον αὐτῶν ἐπιθυμίαν. Τοῦ λαοῦ γὰρ πενομένου, ἐξελθόντος ἐκ τῆς Αἰγύπτου (3), καὶ μηδὲν ἔχοντος, πλὴν ὧν ἐγρήσαντο παρὰ τῶν Αἰγυπτίων, σπουδήν ἐποιεῖτο ἕκαστος διὰ τὸ ἀνενόστου πόνου πλοῦτον ἐαυτῷ περιποιήσαι. Διὸ λέγει, «Ἐξ ἡμέρας ἑξάτῃ δὲ ἡμέρᾳ τῇ ἑδόμῃ οὐ ποιήσεις πᾶν ἔργον ἐν αὐτῇ. »Καὶ τὴν αἰτίαν ἐπιφέρει, ἵνα ἀναπαύσῃ σὺ, καὶ ἡ γυνὴ σου, καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, καὶ ὁ παῖς σου, ὁ βοὸς σου, καὶ τὸ ὑποζύγιόν σου. Ἐπεὶ τοι τινὸς ἕνεκεν ὁ Ἰησοῦς ὁ τοῦ Ναυὲ κυκλῶν τὴν Ἱεριχὼ μετὰ σαλπίγγων ἐπὶ ἑπτὰ ἡμέρας, οὐκ ἐσχάλασε τῷ Σαββάτῳ; Πῶς δὲ τῇ ὀγδόῃ ἡμέρᾳ περιτέμνεται παῖδιον; Διὰ τί δὲ ἐν ἡμέρᾳ Σαββάτου τίκτει γυνή; Πῶς δὲ καὶ οἱ ἱερεῖς πᾶσαν θυσίαν ἐν Σαββάτῳ ποιοῦσι; Πῶς δὲ ἥλιος, καὶ σελήνη, καὶ ἄστρα τὸν ὡρισμένον δρόμον ἐκτελεῖ καὶ τῷ Σαββάτῳ;