Ancient Greek
122.2
Gregorius Nyssenus Theol., Testimonia Adversus Judaeos [Sp.] 122.2
Unproofread scanNot analysed yet
· ΙΖ'. Ὅτι πρὸ τῆς τοῦ Κυρίου δευτέρας παρουσίας ἐλεύσεται Ἠλίας. Μαλαχίας ὁ προφήτης λέγει, «Ἰδοὺ ἐγὼ ἀποστέλλω (42) ὑμῖν Ἠλίαν τὸν Θεσβίτην (43), πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ, ὃς ἀποκαταστήσει καρδίας πατέρων πρὸς υἱούς, καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, μὴ ἐλθὼν πατάξω (44) τὴν γῆν ἄρδην. »