Ancient Greek
122.4
Gregorius Nyssenus Theol., Testimonia Adversus Judaeos [Sp.] 122.4
Unproofread scanNot analysed yet
ΙΗ'. Ὅτι κληθήσονται Χριστιανοί. Ἠσαίας λέγει, «Ὦφονται ἔθνη τὴν δόξαν (45) σου, καὶ πάντες οἱ βασιλεῖς τὴν δικαιοσύνην σου, καὶ καλέσει σε τὸ ὄνομα τὸ καινόν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό. »Καὶ πάλιν, «Τοῖς δὲ δουλεύουσι μοι κληθήσεται ὄνομα καινόν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς. »Ἀσής, (46) «Καὶ ἔσται ἐπ' ἐσχάτου τὸ ὄνομα αὐτοῦ ἐπιφανὲς ἐν πάσῃ τῇ γῇ, καὶ τῷ ὀνόματι αὐτοῦ ἐπικληθήσονται λαοὶ πολλοί, καὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ πορευθέντες, ζήσονται ἐν αὐταῖς. »