Ancient Greek
123.7
Gregorius Nyssenus Theol., Testimonia Adversus Judaeos [Sp.] 123.7
Unproofread scanNot analysed yet
KB'. Περὶ τοῦ ἁγίου Πνεύματος. Ἠσαΐας, «Καὶ νῦν Κύριος ἐξαπέσταλκέ (50) με, καὶ τὸ Πνεῦμα αὐτοῦ. »Τῆς Ἑξόδου (51), «Καὶ εἶπεν τῷ Μωϋσεῖ · Ἀνάγαγέ μοι ἑβδομήκοντα πρεσβυτέρους, καὶ λήψομαι ἀπὸ τοῦ ἐπὶ σὲ Πνεύματος, καὶ ἐνέχω ἐπ’ αὐτούς, καὶ ἀντιλήψομαί σε. »Δαβὶδ, «Καρδίαν καθαρὰν πτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ, καὶ Πνεύματι ἡγεμονικῷ στήριξόν με. »Καὶ πάλιν, «Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου ; »Ἰὼβ, «Πνεῦμα θεῖον τὸ ποιήσάν με. »Καὶ πάλιν, «Πνεῦμα ἐστὶν ἐν βροτοῖς, πνοὴ δὲ Παντοκράτορός ἐστιν ἡ διδάσκουσα με (52). »Καὶ πάλιν, «Ζῇ Κύριος, ὅς οὖν με χέχρισεν, καὶ ὁ Παντοκράτωρ, ὁ πικράνας μου τὴν ψυχήν. Πνεῦμα δὲ θεῖον τὸ περὶσιν, μοι ἐν ρισί (53). »Ζαχαρίας, «Ἐγὼ εἰμὶ (54) ἐν ὑμῖν, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν. »Σολομῶν, «Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην. »