Ancient Greek
123.2 to 123.5
Gregorius Nyssenus Theol., Testimonia Adversus Judaeos [Sp.] 123.2-5
Unproofread scanNot analysed yet
Jeremias φησι, (47) «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἀπολείπεται ἡ καρδία τοῦ βασιλέως, καὶ ἡ καρδία τῶν ἀρχόντων, καὶ οἱ ἱερεῖς ἐκστήσονται, καὶ οἱ προφῆται θαυμάσονται. »K'. Περὶ τοῦ Βαπτίσματος. Ἰεζεκιήλ, (48) «Καὶ εἶπεν Κύριος πρὸς με · Τὸ ὕδωρ τοῦτο τὸ ἐκπορευόμενον εἰς τὴν Γαλιλαίαν, ἀγιάσει τὰ ὕδατα. Καὶ ἔσται, πᾶσα ψυχή, ἐφ’ ἣν ἂν ἐπὶ ἐλθῃ τὸ ὕδωρ τοῦτο, ζήσεται καὶ ἰαθήσεται · »Ἰερεμίας, «Ἰδοὺ ὡς λέων ἀναβήσεται ἐκ μέσου τοῦ Ἰορδάνου. »KA'. Περὶ τῆς εἰς Αἴγυπτον τοῦ Κυρίου καθόδου. Ἠσαΐας λέγει, (49) «Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κοῦφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσονται πάντα τὰ χειροποίητα Αἰγύπτου. »Καὶ πάλιν, «Γνωσθήσεται Κύριος τοῖς Αἰγυπτίοις, καὶ φοβηθήσονται· Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. »