Ancient Greek
103.12 to 103.20
Gregorius Palamas, Homiliae 103.12-20
Unproofread scanNot analysed yet
Διὸ καὶ φανερωθῆναι τὴν οἰκονομίαν ταύτην ἀναγκαιότατόν τε ἦν ὁμοῦ καὶ λυσιτελέστατον, καὶ ἀγγέλοις ὁ Θεὸς εἰς μίμησιν προὔκειτο καθορώμενος. Ἐπεὶ δὲ τῆς ἐποψίας ἐκείνης διαπεπτώκαμεν κάτω που ῥίψαντες ἑαυτοὺς, ἐξ ὑπερβαλλούσης φιλανθρωπί ας ἡμῖν συγκαταβαίνει Θεὸς τοῦ ὕψους, μηδαμῶς ἐκατὰς τῆς οἰκείας θεότητος· καὶ συμπολιτευσάμενος ἡμῖν, ἑαυτὸν εἰς ὑπόδειγμα τῆς πρὸς ζωὴν ἐπανόδου προτίθησιν. Οὐ μόνον δὲ, ἀλλὰ καὶ διδάσκαλος ἡμῶν γίνεται, λόγῳ τὴν πρὸς τὴν ζωὴν φέρουσαν ὑποδεικνὺς, καὶ θαύμασι μεγίστοις τὸν τῆς διδα νκαλίας λόγον πιστούμενοι. Καὶ δικαιοῦται μὲν οὕτως ἡ ἀνθρωπίνη φύσις, ὡς μὴ παρ´ ἑαυτῆς ἔχουσα τὴν πονηρίαν, δικαιοῦται δὲ καὶ ὁ Θεὸς, ὡς μηδεμιᾶς κακίας αἴτιος καὶ ποιητὴς ὥν· εἰ μὴ γὰρ ὁ συναΐδιος τοῦ Πατρὸς ἐνηνθρώπησε Λόγος, φύσει ἂν ἔδοξεν εἶναι ἡ ἀμαρτία ἐν τῷ ἀνθρώπῳ· οὐδεὶς γὰρ ἐξ αἰῶνος ἀναμάρτητος ἐγένετο ἄνθρωπος, καὶ συνέβαινεν ἐπὶ τὸν κτίστην ἀναφέρεσθαι τὴν μέμψιν, ὡς οὐκ ἀγαθῶν Κυτα κτίστην, οὐδ´ ἀγαθὸν αὐτὸν ὄντα. Ἔτι δὲ καὶ κριτὴν ἄδικον, ὡς μὴ δικαίως καταδικάσαντα τὸν ὑπ´ αὐτοῦ γεγονότα καταδίκης ἄξιον ἄνθρωπον. ἀιὰ