Ancient Greek
104
Gregorius Palamas, Homiliae 104
Unproofread scanNot analysed yet
τοῦτο ἀναλαμβάνει τὴν ἀνθρωπίνην φύσιν Θεὸς, ἵνα δείξῃ τοσοῦτον ἀμαρτίας οὖσαν ἑκτὸς, καὶ τοσοῦτο ἐκαθαρμένην, ὡς καὶ ἑνωθῆναι τούτῳ δύνασθα» καθ´ ὑπόστασιν, καὶ συνδιαιωνίζειν αὐτῷ ἀδιαίρετον· καὶ οὕτως ἔργῳ πᾶσιν ἀνακηρύττεσθαι, ὅτι ὁ Θεὸς ἀγαθός τε καὶ δίκαιος, ἀγαθῶν τε ποιητὴς, καὶ δίκης δικαίας ἔφορος. Τοῦ μὲν γὰρ Σατανᾶ καὶ τῶν συναποστάντων ἀγγέλων ἐξ οὐρανοῦ πεσόντων, ἦν ἐκ τῶν φυλαττόντων τὴν ἑαυτῶν τάξιν ἀγγέλων κατανοεῖν, ὅτι οὐ φύσει τὸ κακὸν ἐν ἀγγέλοις, φύσει δὲ μᾶλλον τὸ ἀγαθὸν ἐν αὐτοῖς, καὶ φύσις ἐστὶν ἀγαθότητος ὁ κτίσας αὐτοὺς, παρ´ οὗ καὶ ὁ Σατανᾶ ὑπὸ ζόφον αἰώνιον δίκῃ δικαίᾳ κατεδικάσθη, ὡς δημιουργὸς αὐτὸς ἑαυτῷ τῆς κακίας γενόμενος τῇ ἐκτροπῇ τοῦ καλοῦ. Ἀδὰμ δὲ πεσόντος τῇ τοῦ καλοῦ πρὸς τὸ κακὸν ἐκτροπῇ, οὐδεὶς ὑπελείφθη πρὸς τὸ κακὸν ἄτρεπτος, οὐδὲ μετὰ τὸν Ἀδὰμ ἀνεφάνη. Διὰ τοῦτο νέος Ἀδὰμ ἀνεφάνη Χριστὸς, ὃς κατὰ τὸν Ἡσαΐαν ἀμαρτίαν οὐκἐποίησεν, οὐδὲδιενοήθη, πολλῷ μᾶλλον οὐδὲ ἐλάλησεν οὐδὲ γὰρ εὐρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Οὐκ εἶπεν, ἐκ τοῦ στόματος, ἀλλ´, ἐν τῷ στόματι, ἵνα καὶ τὸ τῶν λογισμῶν ἄμωμον ὑποσημήνῃ, ὡς καὶ ἀλλαχοῦ φησιν, ὅτι πρὶν ἢ γνῶναι τὸ κακὸν, ἐξελέξατο τὸ ἀγαθόν. Καὶ οὕτως ἐδικαιώθη ὁ Θεὸς, ὡς εἴρηται, καὶ ἀνεδείχθη ὄντως ἀγαθός, καὶ ἀγαθῶν ἔργων ποιητὴς, ἀναμαρτήτου γεγονότος ἀνθρώπου, καὶ ἀναφανείσης ἐν Χριστῷ τῆς ἐνυπηργμένης ὑπ´ αὐτοῦ καθαρότητος τῇ ἀνθρωπίνῃ φύσει. Ἐπεὶ οὖν ἔδει φανερωθῆναι καὶ παῤῥησίᾳ προτεθῆναι τῆν ἀπόῤῥητον ταύτην οἰκονομίαν, πέμπεται Ἰωάννης ἐκ τῆς ἐρημίας ὁ φερωνύμως Πρόδρομος ὑπὸ τοῦ Θεοῦ, βαπτίζων τοὺς προσιόντας καὶ παραγγέλλων ἐτοίμους εἶναι πιστεύειν εἰς τὸν ἐρχόμενον, ὅν φησι καὶ βαπτίσειν αὐτοὺς ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· ἀλλὰ καὶ μείζονα ἑαυτοῦ τοσοῦτον εἶναι, ὅσον τὸ Πνεῦμα τὸ ἅγιον ὑπερέχει τοῦ ὕδατος· Δεσπότην γὰρ εἶναι τοῦτον μαρτυρεῖ καὶ τοῦ παντὸς ποιητὴν, καὶ ἐξουσιαστὴν τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων· καὶ τούτου λονυκὸν γεώργιον τοὺς ἀνθρώπους εἶναι πάντας, καὶ τοῦ τοιούτου γεωργίου τὸ πτύον, τὰς λεί. τουργικὰς δυνάμεις δηλαδὴ, ἐν τῇ χειρὶ καὶ τῇ ἐξουσίᾳ ἔχειν ἑαυτοῦ τὸν ἐρχόμενον. Οὐ μόνον δὲ δι´ ἑαυτοῦ τοιοῦτον εἶναι μαρτυρεῖ τὸν ἐρχόμενον ὁ τοῦ Κυρίου Ιρόδρομος, ἀλλὰ καὶ τὸν Ἡσαΐαν ὑποφαίνει προανακηρύξαντα Κύριον αὐτὸν, ἑαυτὸν δὲ ὑπηρέτην πεμφθέντα εἰς τὸ προκηρύξαι τὴν ἐκείνου ἔλευσιν, καὶ προτρέψασθαι τοὺς πειθομένους ἑτοιμασθῆναι πρὸς ὑποδοχὴν, λέγων· «Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου.» Μαρτυρεῖ δὲ τοῦτον, ὅτι καὶ πρὸ τοῦ συλληφθῆναι αὐτὸν καὶ γενέσθαι ἦν· «Ἔμπροσθεν γάρ μου γέγονε, φησὶν, ὅτι πρῶτός μου ἦν·» καίτοι ἡ σύλληψις αὐτοῦ καὶ ἡ γέννησις ὕστερον μετὰ τὴν Ἰωάννου ἦν. Εἰ οὖν πρῶτος, οὐ κατὰ σάρκα δὲ ἦν, πρὸ τῆς σαρκὸς οὐκοῦν ἦν. Προϊὼν δὲ καὶ ἀμνὸν τοῦ Θεοῦ εἶναι τοῦτον μαρτυρεῖ, τὴν ἀμαρτίαν αἴροντα τοῦ