Ancient Greek
108
Gregorius Palamas, Homiliae 108
Unproofread scanNot analysed yet
ταῖς ἐν ᾅδου κηρυχθῆναι τὸ Εὐαγγέλιον, καὶ φανερωθῆναι τὴν μεγάλην ταύτην οἰκονομίαν, καὶ δοθῆναι τὴν ἀπὸ τῶν αἰχμαλωτισάντων δαιμόνων εἰς τέλος ἐλευθερίαν, καὶ τὸν ἁγιασμὸν, καὶ τὰς μελλούσας ἐπαγγελίας. Οὐκοῦν ἔδει πάντως καὶ εἰς ᾅδου κατελθεῖν τὸν Χριστόν· ἀλλὰ καὶ ταῦτα πάντα μετὰ δικαιοσύνης, ἦς χωρὶς οὐδὲν παρὰ Θεοῦ τελεῖται. Πρὸς δὲ τοῖς εἰρημένοις πᾶσιν ἕδει καὶ φενακισθῆναι δικαίως τὸν φενακίσαντα, καὶ ἀπολέσαι συλληθέντα τὸν πλοῦτον, ὃν ἐξ ἀπάτης ἐκτήσατο, καταστρατηγηθείσης σοφίᾳ τῆς πονηρίας, ἐφ´ ᾖ διετέλει μεγαλαυχῶν ὁ ἀρχέκακος· ἢν μεγαλαυχίαν οὐκ ἂν ἀπέβαλεν, εἰ δυναστείᾳ θείᾳ κατεπονεῖτο, ἀλλὰ μὴ σοφίᾳ καὶ δικαιοσὔνῃ καθῃρεῖτο τοῦ κράτους. Ἐπεὶ δὲ καὶ πάντες ἄνθρωποι πρὸς τὸ κακὸν ἐκτραπέντες ἔργῳ, ἢ λόγῳ, ἢ διανοίᾳ, ἢ πᾶσιν, ἢ δυσὶ τούτων, ἐμόλυναν τὴν παρὰ Θεοῦ δεδομένην τῇ ἀνθρωπίνῃ φύσει καθαρότητα, καὶ ἁγιασμοῦ χρείαν εἶχον, ὁ δὲ ἁγιασμὸς διὰ τῆς παρ´ ἑκάστου προσφορᾶς καὶ ἀπ´ ἀρχῆς πρὸς τὸν Θεὸν τελεῖται· καθαρὰν δὲ εἶναι δεῖ τὴν ἀπαρχὴν, τοιαύτην δὲ ἡμεῖς τῷ Θεῷ προσενεγκεῖν ἀπαρχὴν οὐκ εἴχομεν, διὰ τοῦτο ὁ μόνος ἀμόλυντος ἀνεφάνη Χριστὸς, καὶ προσφορὰν ἐαυτῷ καὶ ἀπαρχὴν προσήνογκε τῷ Πατρὶ ὑπὲρ ἡμῶν, ἵνα οἱ πρὸς τοῦτον ὁρῶντες, καὶ τούτῳ πιστεύοντες, καὶ διὰ τῆς πρὸς αὐτὸν ὑπακοῆς αὐτῷ κολλώμενοι δι´ αὐτοῦ ἐμφανισθῶμεν τῷ προσκὐπῳ τοῦ Θεοῦ, καὶ ἱλασμοῦ τυχόντες ἁγιασθῶμεν ἅπαντες. Καὶ τοῦτό ἐστιν, ὅ φησιν ἑν Εὐαγγελίοις Κύριος· «Υπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα καὶ αὐτοὶ ὧσιν ἡγιασμένοι ἐν Θ ἀληθείᾳ.» Οὐ γὰρ τὴν προσφορὰν μόνον, ἀλλὰ καὶ τὸν προσφέροντα ἀρχιερέα καθαρόν ἔδει καὶ ἀναμάρτητον εἶναι, ὡς καὶ ὁ Ἀπόστολός φησιν· «Τοιοῦτος ἡμῖν ἄπρεπεν ἀρχιερεὺς, ὅσιος, ἄκακος, ἀμίαντος, κεκωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος.» Διὰ ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα οὐ μόνον ὁ τοῦ Θεοῦ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, ἐπὶ γῆς ὀφθεὶς καὶ τοῖς ἀνθρώποις συναναστραφεὶς, ἀλλὰ καὶ τὴν καθ´ ἡμᾶς νῦν εἰ καὶ καθαρὰν ἄκρως, θνητὴν ὅμως καὶ παθητὴν ἀνελάβετο σάρκα, καὶ ταύτῃ τὸν μὲν ἀρχέκακον ὄφιν θεοσόφῳ δελέατι διὰ τοῦ σταυροῦ ἀγγιστρεύσας, τὸ ὑπ´ αὐτοῦ δουλούμενον ἅπαν ἠλευθέρωσε γένος· τυράννου γὰρ πεσόντος, ἐλεύθερον ἅπαν τὸ τυραννούμενον· καὶ τοῦτό ἐστιν ὅπερ αὐτὸς ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις φησὶν, ὅτι «Ἐδεσμεύθη ὁ ἰσχυρὸς, καὶ τὰ σκεύη αὐτοῦ διηρπάγη.» Ἡρπάγη δὲ παρὰ Χριστοῦ ἐλευθερωθέντα, καὶ δικαιωθέντα, καὶ φωτὸς ἐμπλησθέντα, καὶ θείοις χαρίσμασι πλουτισθέντα. Διὰ τοῦτο ψάλλει Δαβίδ· «Ἀναβὰς εἰς ὕψος, τὸ τοῦ σταυροῦ πάντως, εἰ δὲ βούλει, καὶ τὸ οὐράνιον, ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκε δόματα τοῖς ἀνθρώποις.» Τὸν μὲν οὖν διάβολον οὕτω διὰ τοῦ πάθους καὶ τῆς σαρκὸς ἐτροπώσατο· τῷ δὲ Θεῷ καὶ