Ancient Greek
109
Gregorius Palamas, Homiliae 109
Unproofread scanNot analysed yet
Πατρὶ ταύτην προσαγαγὼν εἰς θυσίαν, ὡς ἄμωον καὶ πανίερον ἱερεῖον, ὢ τῆς ἀφάτου μεγαλοδωρεᾶς τοῖς ὁμογενέσιν ἡμῖν τοῦτον κατήλλαξεν. Ἐπεὶ δὲ κατὰ γνώμην τοῦ Πατρὸς ὑπέστη τὸ πάθος, εἰς ὑπόδειγμα γέγονεν ἡμῖν, τοῖς διὰ παρακοῆς ἀπολλυμένοις, καὶ δι´ ὑπακοῆς σωζομένοις, μέχρι τίνος ὑπακουστέον. Ἔδειξε δὲ καὶ τὸν θάνατον τοῦτον τῆς τῷ διαβόλῳ προσούσης ἀθανασίας πολλῷ τιμιώτερον, ὡς προξενοῦντα ζωὴν ἀθάνατον ὄντως, ἅτε μηδὲ τῷ δευτέρῳ καὶ ἀδίῳ θανάτῳ, μᾶλλον δὲ καὶ χείρονι μυρίων θανάτων, τῇ μελλούσῃ κολάσει ὑποπίπτειν μέλλουσαν, ἀλλ´ ἐν οὐρανίοις σκηνώμασι σὺν Χριστῷ διαμένουσαν· αὐτὸς γὰρ ἐκ νεκρῶν ἀναστὰς τριήμερος, καὶ μετὰ τὸ παραστῆσαι ζῶντα τοῖς οἰκείοις μαθηταῖς ἑαυτὸν εἰς οὐρανοὺς ἀναληφθεὶς καὶ μένων ἀθάνατος, τὴν ανάστασιν ἡμῖν και τὴν ἀθανασίαν, καὶ τὴν ἐν οὐρανοῖς ἀΐδιον καὶ ἀκήρατον καὶ μακαρίαν ὄντως ζωὴν ἐχαρίσατό τε καὶ ἐπιστώσατο, ἐνὶ θανάτῳ τῷ τῆς οἰκείας σαρκὸς, καὶ μιᾷ τῇ ταύτης ἀναστάσει, τὸν διπλοῦν ἡμῖν θάνατον ἰασάμενος, καὶ τῆς διττῆς ἡμᾶς αἰχ μαλωσίας ἐλευθερῶσαι, τῆς ψυχῆς δηλαδὴ καὶ τοῦ σώματος. Ἐγένετο γὰρ πνεῦμα νεκρὸν ὁ πονηρὸς ἐγκαταλελειμμένος δι´ ἑκούσιον ἁμαρτίαν δικαίως ὑπὸ Θεοῦ τῆς ὄντως ζωῆς· πλήρωμα δὲ ὢν κακίας καὶ ἀρχηγὸς φθονερός, ἀπατηλὸς, ἀρχέκακος, οὐχ ὑπήνεγκε τὴν ἐν τῷ χωρίῳ τῆς τρυφῆς, τῳ παραδείσιῳ λέγω, του ἀνθρώπου ζωὴν, ἀλλ´ ὀλεθρίᾳ συμβουλῇ κλέψας κοινωνὸν ἐποιήσατο καὶ τῆς ἀμαρτίας, καὶ τῆς κατὰ πνεῦμα νεκρώσεως. Ταύτῃ δὲ τῇ νεκρώσει τοῦ πνεύματος ἐξ ἀνάγκης καὶ ἡ τοῦ σώματος ἐπηκολούθησε νέκρωσις· καὶ οὕτως ὁ πονηρὸς δι´ ἑνὸς τοῦ οἰκείου θανάτου, τὸν διπλοῦν ἡμῖν προεξένησε θάνατον· καὶ κάτω ῥίψας, καὶ ἑαυτοῦ κατωτέρω, μέγας αὐτὸς ἐδόκει καὶ ὑψηλὸς μεγαλαυχῶν, ὡς ἡμᾶς κατασοφισάμενος ἐν περινοίᾳ, καὶ καταδουλωσάμενος, καὶ Θεὸς ἡμῖν φεῦ! ὡς ἀθάνατος φανταζόμενος, ἀλλὰ καὶ μετὰ θάνατον κληρονόμος τῶν ἡμετέρων ψυχῶν ὡς ἐγκαταλελειμμένων; ινόμενος, καὶ κατασπῶν εἰς ᾅδου, καὶ κατακλείων ἀφύκτοις, ὡς ἐδόκει, φοοῦραῖς. Ἐλεήσας οὖν τῆς τοσαύτης ταλαιπωρίας ὁ πλισας ἡμᾶς Θεὸς, ἐκεῖ κατελθεῖν εὐδόκησεν, οὗπερ ἡμεῖς ἐῤῥίφημεν, ὥστ´ ἐκεῖθεν ἀνακαλέσασθαι, μόνος Τ ἐν τοῖς νεκροῖς ἀναφανεὶς ἐλεύθερος, ὡς πνεύματι ζῶντι κατεῖλθὼν ἐκεῖ, καὶ μὴ τοῦτο μόνον, ἀλλὰ καὶ φωτὶ περιαστράπτοντι θείῳ, καὶ δύταμν ζωοσοιὸν κεκτημένῳ, ἵνα φωτίσῃ τοὺς ἐν τῷ σκότει καθημένους, καὶ ζωοποιήσῃ κατὰ πνεῦμα τους εἰς αὐτὸν ἐκεῖ πιστεύσαντας· ζωοποιήσῃ δὲ καὶ τὰ σώματα πάντων ἐν ἡμέρᾳ ᾗ ἔστησεν ἀναζωῶσαι καὶ κρῖναι τὸ σύμπαν γένος, ὡς καὶ ὁ ἐν ἀποστόλοις κυρυφαῖος δι´ Ἐπιστολῆς ἐδίδαξεν ἡμᾶς, «Εἰς τοῦτο, λέγων, καὶ νεκροῖς εὐηγγε ἰσθη, ἵνα κριθῶσι μὲν κατὰ ὅνθρωπον σαρκὶ, ζῶσι δὲ κατὰ Θεὸν πνεύματι.» Μ. κρὸν δ´ ἀνωτέρω τῆς Ἐπιστολῆς δεικνὺς, τίς ὁ τοῖς ἐν ᾤδου νεκροῖς, καὶ διὰ τίνος κηροσας τὸ Κὐαγγέλιον, «Χριστὸ,, φησὶν, ἅπαξὑπερ