Ancient Greek
116.1 to 116.11
Gregorius Palamas, Homiliae 116.1-11
Unproofread scanNot analysed yet
καὶ λόγῳ, καὶ πρὸς ὁλίγον ἐστὶ δυσέφικτα. ροσέχετε δὲ ὅμως ἅπαντες τοῖς λεγομένοις τὸν νοῦν· εἰ γάρ τις καὶ μὴ τὸ πᾶν ἐπιγινώσκειν δυνήσεται, ἐξ ὀλίγων ἕξει τὴν πᾶσαν δύναμιν· φωτὸς γὰρ ἔχει λόγον ἡ διδασκαλία τοῦ Πνεύματος. Ἐν ἕξ τοίνυν ὁ Θεὸς ἡμέραις μὴ μόνον τὸ αἰσθητὸν ἅπαν τοῦτο ποιήσας τε καὶ κοσμήσας, ἀλλὰ καὶ τὸ μόνον ἐξ αἰσθήσεως καὶ νοῦ συγκείμενον ζῶον τὸν ἄνθρωπον πλάσας τε καὶ ζωώσας, καὶ τὴν ἡγεμονίαν αὐτῷ τῶν περὶ γῆν ζώων καὶ φυτῶν παρασχόμενος, τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάντων τὼν ἔργων αὐτοῦ, καθάπερ ὁ Μωϋσῆς ἐδίδαξεν ἡμᾶς ὁ μεταγενέστερος θεωρὸς τῆς ἐπὶ πολὺ προγενεστέρας αὐτοῦ καταβολῆς τοῦ κόσμου· μᾶλλον δὲ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῆς ἐνείνου γλώττης ταῖς ἡμετέραις ἐνηχῆσαν φιλακθριώπως ἀκοαῖς τε καὶ ψυχαῖς. Ἀλλὰ καὶ εὐλόγησε, φησὶν, ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν. Πῶς οὖν ταύτην, καθ´ ἡν οὐδὲν ἔπραξε, καὶ εὐλόγησε καὶ ἡγίασεν, ἀλλ´ οὐχὶ τὴν πρώτην Θ μᾶλλον ὡς ὑπερεξῃρημένην; Διὸ καὶ μίαν αὐτὴν ὁ Μωϋσῆς εἶπεν, ἀλλ´ οὐχὶ πρώτην, καθ´ ἢν ὁ Θεὸς ἐκ τοῦ μὴ ὄντος ἁθρόον προήγαγε τὸ πᾶν, καὶ φωτὶ καινῷ περιηύγασεν αὐτὸ, εἰ καὶ μήπω τὸν κατάλληλαν ἐπέθηκε κόσμον, εἰς τάξιν καὶ εἶδος ἀγαγὼν ἕκαστον. Πῶς εἰ μὴ καὶ ταύτην, ἀλλ´ οὐχὶ τὴν μετ´ αὐτὴν, καθ´ ἢν τὸ μέγα τοῦτο κύτος ἐστερίωσε καὶ περιέτεινε, τὸν περὶ ἡμᾶς πρωτον οὐρανὸν λέγω, πρὸς δὲ τὸν πρῶτον ἐκεῖνον δεύτερον; Πῶς οὐχὶ τὴν μετ´ αὐτὴν πάλιν ἢ τὰς ἐφεξῆς καθ´ ἂς ἤ τε γῆ συνέστη, τῆν ὑδάτων ὑποχωρησάντων, καὶ τὸν ἑαυτῇ σύμφυτον πάντα κόσμον ἀπειλήφει, καὶ ὁ οὐρανὸς τοὺς δύο μεγάλους, οἱά τινας ὀφθαλμοὺς ἐδέξατο φωστῆρας, καὶ ἐκ τῶν ὑδάτων τὰ πετεινὰ καὶ τὰ νηκτὰ διὰ προστάγματος ὑπέστη κατὰ γένος;