Ancient Greek
116.12 to 116.19
Gregorius Palamas, Homiliae 116.12-19
Unproofread scanNot analysed yet
Ἵνα δὴ καὶ ταύτας παραλίπωμεν, διὰ τί μὴ τὴν ἕκτηθ μᾶλλον ὁ Θεὸς εὐλόγησε, καθ´ ἣν οὐ ψυχὴν μόνον ζῶσαν ἐρπετῶν καὶ τετραπόδων ἐξέτεινεν ἐκ γῆς, ἀλλὰ καὶ βουλῆς ἄξιον ὑπέδειξεν οἰκείας ἔργον, συγκεφαλαιωσάμενος τὸ πᾶν, αἴσθησίν τε καὶ νοῦν συναγαγὼν, ἂν καὶ τὸ μέγιστον, ὅτι καὶ ἑαυφὸν διὰ τῆς θείας χάριτος ἐνθεὶς, καὶ κατ´ εἰκόνα καὶ ὁμοίωσιν οἰκείαν, γνωστικὸν ἑαυτοῦ ζῶον ἐπὶ γῆς ἀναδείξας τὸν ἄνθρωπον; Πῶς οὗν οὐ ταύτην εὐλόγησι καὶ ἡγίασεν, ἀλλὰ τὴν ἑβδόμην ἡμέραν ἀπραξίας οὖσαν ἡμέραν; Βουλομένῳ δή μοι τὸν λόγον ἀποδοῦναι, καὶ τὴν λύσιν τῆς ἀπορίας παρασχεῖν, ἀναγκαῖον μάλιστα διὰ τοὺς ἐλλογιμωτέρους σῶν συνειλεγμένων ἐξελέγξαι πρότερον τοὺς μὴ καλῶς ἀποδόντας. Εἰσὶ γὰρ οἶ τὸν ἀριθμὸν σεμνολογοῦσι τοῦτον Ἰώσηπος καὶ Φίλων, καὶ ὅσοι κατ´ αὐτοὺς ἀγέννητόν τε εἶναι λέγοντες, ἀλλὰ καὶ παρθένον ὡς μὴ γεννῶντα, ὁποῖόν ἐστι καὶ τὸ Θεῖον κατ´ αὐτούς· οὐ γὰρ ἐδυνήθησαν συνιδεῖν, ὡς καὶ γεννῶν ὁ Θεὸς τὴν παρθενίαν οὐκ ἀποτίθεται· γενιᾷ γὰρ ἀσυνδυάστως, ἀῤῥεύστως καὶ ἀπαθῶς. Οἱ δὲ διὰ τοῦτο καὶ τὴν ἑβδόμην μόνην τῶν ἡμερῶν τῆς θείας εὐλογίας ἐπιτυχεῖν διατείνονται, καταψευδόμενοι μὴ τοὺ Θεοῦ μόνον ἀθετοῦντες αὐτοῦ τὸ γόνιμον, ἀλλὰ καὶ τῆς ἑβδόμης αὐτῆς· πᾶς γὰρ ἀριθμὸς