Ancient Greek
117.1 to 117.18
Gregorius Palamas, Homiliae 117.1-18
Unproofread scanNot analysed yet
ἐκ μονάδος γεννᾶται· ἡ δὲ ἑβδομὰς ἀριθμὸς, οὐκοῦν οὐκ ἀγέννητος. Ἀλλ´ οὐχ ὑπό τινος, φασὶν,, ἐτέρου τῶν μετὰ τὴν μονάδα πολλαπλασιαζομένου γεννᾶται· ἀλλ´ οὐχ οὗτος ἀγέννητος ὁ μὴ γεννώμενος ὑπὸ πολλῶν, ἀλλ´ ὃς ἂν ὑπ´ οὐδενὸς γεννῷτο, ὅπερ ἡ ἑβδομὰς οὐκ ἔχει. Ἔπειτα εἰ διὰ τὸν ἀριθμόν τοῦτον ὄντα τοιοῦτον ἡ ἡμέρα εὐλόγηται, πολλῷ μᾶλλον ἂν ἡ πρώτη, καὶ μάλισθ´ ὅτι καὶ μίαν αὐτὴν ὁ Μωϋσῆς εἶπε, τὴν εὐλογίαν ἐδέξατο· ἡ γὰρ μονὰς ἀγέννητος πάντη. Ἀλλὰ γεννητικὴ, φασὶν, αὕτη πολλαπλασιαζομένη παντὸς ἀριθμοῦ, καὶ τῶν ἐντὸς δεκάδος· ἡ δὲ ἑβδομὰς τῶν ἐντὸς δεκάδος οὐδενὸς, καὶ διὰ τοῦτο παρθένος. Ἔστω δὴ παρθένος ἡ μηδαμῶς γεννῶσα· οὐ γὰρ ἐξ ἀνάγκης, ἔστω δ´ οὖν ὅμως· ἡ δὲ μέτρια μὲν οὓ, πολλὰ δὲ γεννῶσα, καθόσον πλείω, κατὰ τοσοῦτον πάντως ποῤῥωτέρω τῆς παρθενίας ἐστίν. Ἡ γοῦν ἑβδομάς πολλαπλασιαζομένη καὶ συντιθε μένη τῶν μὲν ἐντὸς δεκάδος οὐδένα γεννᾶ, τῶν δὲ ὑπὲρ δεκάδα πολλούς· πῶς οὖν παρθένος; Ἀλλ´ ἐκφεύγοντες ἡμῶν τὰς λαβὰς οἷον ἐπὶ τὴν σελήνην ἀναβαίνουσι καὶ τοὺς πόλους, τοὺς μὲν ἐπτὰ λέγοντες εἶναι, τὴν δὲ σελήνην δεικνύντες ἐν ἐπτὰ μὲν ἡμέραις διχοτόμον, ἐν ἄλλαις δὲ τοσαύταις πανσέληνον, καὶ διὰ τῶν ἴσων πάλιν ἐπαναστρέφουσαν· ἀννοοῦσι γὰρ ὡς εἰ διὰ ταῦτα σεπτὸς ὁ ἐπτὰ, καὶ οἱ ἄλλοι τῶν ἀριθμῶν οὐδὲν ἧττον, καὶ μάλιστα πάντων ἡ τούτων ἀρχή· εἶς γὰρ αἰσθητὸς ἅπας κόσμος, καὶ εἶς ὁ πᾶς οὐρανὸς, ἢ δυοῖν οὐ πλείω· καὶ εἶς ἥλιος ἐν τῷ πανφὶ, καὶ μία σελήνη ἐστίν, ἵνα μὴ λέγω ὅτι πάντα τῷ ἑνὶ συνέστηκε, τοῦ πρὸ πάντων, καὶ διὰ πάντων, καὶ ὤν ἐπὶ πάντων Θεοῦ, Καὶ ὡς ἀληθῶς ἑνιαῖον τοῖς καλῶς συνιεῖσι κηρύττοντα. Εἰ δὲ καὶ περιφερής τῶν τε ἀστέρων καὶ των πόλων ἕκαστος, καὶ κύκλω τόδε τὸ πᾶν, ὁ δὲ κύκλος ἐκ δυοῖν σημείου τε καὶ γραμμῆς, καὶ τῶν δύο χωρὶς οὐδ´ ἄν ἂν οὐδὲν μάλιστα ὧν αἰσθητῶν, καὶ δύο λοιπὸν ἀριθμὸς χρειωδέστατος τῷ παντὶ καὶ ἀναγκαιότατος.