Ancient Greek
12
Gregorius Palamas, Homiliae 12
Unproofread scanNot analysed yet
ααι, τῶν ἐν αὐτῇ κρειττόνων ὑποπεσόντων καὶ το βαναύσου καὶ χείρονος κακῶς κατάρχοντος μέρους τἈρ´ οὐχὶ καὶ τῆς νόσου τῶν ἀναγεγραμμένων ἐν τῷ Εὐαγγελίῳ παραλύτων ἐκείνων ἡ συμβαίνειν ὑμῖν εἰθισμένη νόσος αὕτη πολλῷ χείρων ἐστὶ, καὶ ὅσον ἀργίας ἡ κακουργία πολλῷ χεῖρον καὶ βλαβερώτερον; Ἀλλὰ μὴ δυσχεράνητε τούτων ἀκούοντες· οὐ γὰρ ἵνα ὀνειδίσω ταῦτα πρὸς ὑμᾶς λέγω, ἀλλ´ ἵνα ἐπιγνόντες τὴν νόσον, νῦν ὅτε νήφετε ταύτης ἀπέχοντες, ζητήσητε τὴν αἰτίαν, ἀφ´ ης ταύτῃ περιπεπτώκατε, καὶ ποθήσητε τὴν ἰατρείαν, καὶ σπεύσαντες τήσησθε καὶ διαφυλάξητε ταύτην, τοῦ Θεοῦ καὶ διδόντος τὴν ἰατρείαν, καὶ πρὸς ταύτην ἐνδυναμοῦντος ὑμᾶς, ὡς καὶ ἐπὶ τῶν παραλυτικῶν ἐκείνων πεποίηκεν· οὐ γὰρ μόνον ἐθεράπευσεν αὐτοὺς, ἀλλὰ καὶ δύναιμιν αὐτοῖς παρέσχεν, ὡς καὶ τὸν κράββατον ἐκάτερον ἀναθέμενον, ἐφ´ ᾧ κατέκειτο, βαδίζειν ἀπροσκόπως. Ἀλλὰ τί τὸ αἴτιον τοῖς τεθεραπευλένοις παραλυτικοῖς ἐκείνοις; δύω γὰρ ἦσαν, ὁ μὲν ἐν Ἰερουσαλὴμ παρὰ τῇ τοῦ Σιλωὰμ κολυμβήθρᾳ κείμενος, ὁ δὲ ἐν Καπερναοὺμ, ὑπὸ τεσσάρων φερόμετος. Τί οὖν τῆς νόσου τούτοις τὸ αἴτιον; ἡ ἁμαρτίακαὶ τοῦτο δείκνυσιν ὁ Κύριος· τῷ μὲν γὰρ, ἰδὼν αὐτοῦ τὴν πίστιν πρὸ τῆς σωματικῆς ἰάσεως, φησίΤέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου·» τὸν δὲ μετὰ τὴν ἴασιν εὑρών, «Ἴδε, φησὶν. ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται.» Ὥσπερ οὕν ἐπ´ ἐκείνων Χ ἡ ἑκατέρου ἁμαρτία φυγαδεύσασα τὴν ὑγείαν παρέτους ἐποίησεν, οὔτω καὶ ἐφ´ ὑμῶν, ἡ κοινὴ ἁμαρτία φυγαδεύσασα τὴν ἀγάπην πολεμίους ὑμᾶς ἀλλήλοις κατέστησε· πόθεν γὰρ Κἄλλοθεν τὸν κοινὸν καὶ πρὸς Θεὸν καὶ πρὸς ἀλλήλους σύνδεσμον ὑμεῖς ἀπωλέσατε, τὴν ἀγάπην, εἰ μὴ ἁπὴ τῆς φιλαμαρτήμονος γνώμης; «Ἐν γὰρ τῷ πληθυνθῆναι τὴν ἁμαρτίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν,» ἐν τοῖς Εὐαγγελίοις φησίν ὁ Κύριος· ψυγείσης δὲ τῆς ἀγάπης τελείως, τὴν τοῦ Θεοῦ χάριν καὶ κηδεμονίαν παραμένειν ἀδύνατον. Καὶ ἴνα δι´ ὑποδείγματος ὑμῖν τὸ πάθος παραστήσω, λύχνῳ ἔοικεν ἡμῶν ἡ ἐκάστου ψυχὴ, ὡς ἔλαιον μὲν ἔχουσα τὴν ἀγαθοεργίαν, ἀντὶ δὲ θρυαλλίδος φέΚρουσα τὴν ἀγάπην, ᾗ ἐπαναπαύεται, ἀντὶ φωτὸς, ἡ χάρις τοῦ θείου Πνεύματος. Τοῦ τοίνυν ἐλαίου τούτου, δηλονότι τῆς ἀγαθοεργίας ἐκλειπούσης, ἡ ἀντὶ θρυαλλίδος ἑνοῦσα τῇ ψυχῇ ἀγάπη ἐξ ἀνάγκης ψύγεται· καὶ οὕτω τὸ φῶς τῆς τοῦ Θεοῦ κηδεμονίας Ω. ΟΟκ. μηετὴν καὶ τὴν ἀγάπην φυγαδευσάντων αὐτῶν· καὶ ὁ πρὸς ἀλλήλους αὐτοῖς τάραχος ἐπιγίνεται, τοῦ Θεοῦ πὸ πρόσωπον ἀπ´ αὐτῶν ἀποστρέψαντος, πρὸς ὅν φησιν Ἀ Δαβίδ· «Ἀποστρέψαντος δὲ σοῦ τὸ πρόσωπον ταραχθήσονται.» Οὔτως ἐκ τῆς ἀμαρτίας ἐμφύλιος στάσις καὶ σύγχυσις ἡμῖν ἐπιγίνεται, κακίας ἅπαν εἰδος ἐπαγομένη, καὶ τὸν ἀρχηγὸν τῆς κακίας τοῖς στασιάρχαις καὶ στασιασταῖς ἐνοικίζουσα, ὃς εἰς θηρία μετασκευάζει· οὐ πολὺ δὲ εἰπεῖν, ὅτι καὶ δαιμόνων ἦθος κεκτῆσθαι παρασκευάζει τοὺς ἐν οἷς εἰσοικίζεται· καὶ οὕτως ἀνθρωποκτόνον τὸν ἄνθρωπον ὁ