Ancient Greek
13
Gregorius Palamas, Homiliae 13
Unproofread scanNot analysed yet
ἐξ ἀρχῆς ἀνθρωποκτόνος καὶ μισάνθρωπος ἀπε γάζεται, καὶ τῷ ζωοδότῃ Χριστῷ ἀντικείμενον, πόσῳ μᾶλλον τοῖς ἐπὶ γῆς βασιλεῦσιν, ἢ τῷ κατὰ πνεσμα πατρὶ καὶ ποιμένι καὶ διδασκάλῳ, ἀνήκοον καὶ ἀντίθετον Ἐπιστρέψατε οὐν εἰς τὴν ὀδὸν τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, καὶ ταύτης ἀντέχεσθε βεβαίως, ἵν´ ὑμων ἀειθαλὴς εἴη καὶ διηνεκὴς ἡ πρὸς ἀλλήλους ὁμόνοια, καὶ ἐπιστραφῇ πάλιν πρὸς ὑμᾶς ὁ Κύριος, καὶ ἐπαναπαύσηται ἐφ´ ἡμᾶς μετὰ τῆς εἰρήνης καὶ ἡ χάρις τοῦ θείου Πνεύματος. Ἀλλ´ ὁ ἐπὶ τῆς Ἱερουσαλὴμ παραλυτικὸς ἐκεῖνος παρέκειτο τῇ τοὺς νοσοῦντας ἰωμένῃ τοῦ Σιλωὰμ κολυμβήθρα, οὐδὲ ὑμεῖς τελείως ἀπέστητε τῆς βραβευούσης τὴν εἰρήνην Ἐκκλησίας Χριστοῦ. Ἀλλ´ ὡς ἐκεῖνος ἄνθρωπον οὐκ εἶχε τὸν συνεργήσοντα πρὸς τὴν ἀπὸ τῆς κολυμβήθρας ἐκείνης χάριν, οὕτως οὐδὲ ὑμῖν ἐνταῦθα ποιμὴν ὑπῆρχε κηρύττων εἰρήνην, καὶ συνάγων τὰ διεσκορπισμένα μέλη, καὶ συνάπτων πρὸς ἑαυτὰ, καὶ τὴν ἀπὸ τοῦ μίσους νόσον καὶ καχεξίαν ἐκβάλλων τοῦ σώματος τῆς τοῦ Χριστοῦ Ἐκκλησίας. Νῦν οὐν ἡμεῖς ἐπέστημεν ἤδη, καὶ σύνεσμεν ὑμῖν ἐν Χριστῷ, καὶ ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς αὐτοῦ παρακαλοῦντος δι´ ἡμῶν. Καταλλάγητε τῷ Θεῷ. Ἐπίγνωτε τὴν πρὸς ἀλλήλους συγγένειαν, οὐ κατὰ ψυχὴν μόνον, ἀλλὰ καὶ κατὰ σῶμα προσοῦσαν ἐκ προγόνων ὑμων. Ἀναμνήσθητε τῶν πρότερον της εἰρήνης ἡμερῶν ἐκείνων, πόσων δι´ αὐτῆς ἀπελαύετε καλῶν, ὡν πάντων ἐστερήθητε νῦν. Μὴ λογίζεσθε τὸ κακόν· μηδ´ ἀντιδιδόναι κακὸν ἀντὶ κακοῦ θελήσητε, ἀλλ´ ἐν τῷ ἀγαθῷ νικήσατε τὸ κακὸν, τὴν πρὸς ἀλλήλους ἀγάπην ἐνστερνισάμενοι, ὡς ἂν κάὶ τὴν παρὰ τοῦ Θεοῦ ἀγάπην κτήσησθε, καὶ τὴν πρὸς αὐτὸν ἀγάπην ἐνδείξησθε· οὐδὲ γὰρ ἔστιν ἀγάπην πρὸς Θεὸν ἔχειν,, ἢ τὴν παρὰ αὐτοῦ χάριν καὶ κηδεμονίαν καρποῦσθαι ἄ τοὺς μὴ ἀγαπῶντας τοὺς ἰδίους ἀδελφούς. Υπακούσατέ μοι νῦν ἐλθόντι πρὸς ὑμᾶς, ἀδελφοὶ, καὶ τὴν εἰρήνην πρὸ πάντων τε καὶ πρὸς πάντας εὐαγγελιζομένῳ κατὰ τὸ τοῦ Κυρίου παράγγελμα· καὶ συνεργάσασθέ μοι ταύτην, χαριζόμενοι ἀλλήλοις, εἴ τις πρός τινα ἔχει μομφὴν, ὡς καὶ ὁ Χριστὸς ἐχαρίσατο ὑμῖν, ἵνα γένησθε υἱοὶ τῆς εἰρήνης, ταυτὸ δ´ εἰπεῖν τοῦ Θεοῦ. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ὑμων, ὁ ποιήσας τὰ ἀμφότερα ἑν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, καὶ καταργήσας τὴν ἔχθραν ἐν τῷ σταυρῷ αὐτοῦ. Αὐτὸς καὶ πρὸς τοὺς ἰδίους μαθητὰς καὶ δι´ ἐκείνων εἶπε πρὸς ἡμᾶς· Εἰς ἤν ἂν πόλιν ἢ οἰκίαν εἰσέλθωμεν, τὴν εἰρήνην προκαταγγέλλειν αὐτοῖς, καὶ τὸ ἔργον ἅπαν τῆς αὐτοῦ παρουσίας ἡ εἰρήνη ἐστὶ, καὶ δι´ αὐτὴν κλίνας οὐρανοὺς ἐπὶ τὴν γῆν κατῆλθε· διὸ καὶ ὁ Δαβὶδ περὶ αὐτοῦ προεῖπεν· «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πληθὺς εἰρήνης·» καὶ ἐν ἑτέρῳ ψαλμῷ πάλιν περὶ αὐτοῦ φησιν· «Ὅτι λαλήσει εἰρήνην ἐπι τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν· ἐπ´ αὐτόν.» Δείκνυσι δὲ καὶ ἀ ἐπὶ τῇ γεννήσει τούτου παρὰ τῶν ἀγγέλων ὕμνος, δτι τὴν εἰρήνην ἡμῖν κομίζων οὐρανόθεν ἦλθεν ἐφ´ οοιωροοΟΟΘ