Ancient Greek
124
Gregorius Palamas, Homiliae 124
Unproofread scanNot analysed yet
γῆν ὅθεν ἐπλάσθη παλινδρομήσαντος, ἀναζώωσις καὶ ἀνάπλασις, καὶ πρὸς ζωήν ἀθάνατον ἐπανέλευσις. Ὥσπερ οὕν ἐκεῖνον τὴν ἀρχὴν πλαττόμενον καὶ ζωούμενον εἶδεν οὐδεὶς ἀνθρώπων, οὔπω γὰρ ἐν ἐκείνῃ τῇ ὥρα τῶν ἀνθρώπων τις ἦν, μετὰ δὲ τὸ λαβεῖν πνοὴν ζωῆς δι´ ἐμφυσήματος θείου, πρώτη τῶν ἄλλων εἶδε γυνή· πρώτη γὰρ Εὔα μετ´ ἐκεῖνον ἦν ἐν ἀνθρώποις· οὕτω καὶ τὸν δεύτερον Ἀδὰμ, ὅς ἐστιν ὁ Κύριος, ἀνιστάμενον ἐκ νεκρῶν εἶδεν οὐδεὶς ἀνθρώπων· παρῆν γὰρ οὐδείς τῶν οἰκείων, οἱ τε τὸ μνῆμα φυλάσσοντες στρατιῶται τῷ φόβῳ σεισθέντες ὡσεὶ νεκροὶ γεγόνασι· μετὰ δὲ τὸ ἀναστῆναι πρώτη τῶν ἄλλων εἶδε γυνὴ, καθάπερ ἠκούσαμεν εὐαγγελιζομένου τοῦ Μάρκου σήμερον· «Ἀναστὰς γὰρ, φησὶν, ὁ Ἰησοῦς πρωῒ πρώτῃ Σαββάτου, ἐφάνη πρῶτον Μαρίᾳ τῆ Μαγδαληνῇ.» Δοκεῖ μὲν οὖν μφῶς εἰπεῖν ὁ εὐαγγελιστὴς καὶ τὴν ὥραν καθ´ ἣν ἀνέστη ὁ Κύριος, ὅτι πρωὶ, καὶ ὅτι πρῶτον ὤφθη Μαρίᾳ τῇ Μαγδαληνῇ, καὶ ὅτι κατ´ αὐτὴν τὴν ὥραν ὤφθη τῆς ἀναστάσεως· οὐχ οὕτω δέ φησιν, ὡς δῆλον ἔσται μικρὸν ἐπιστήσασι· μικρὸν γὰρ ἀνωτέρω καὶ οὗτος τοῖς ἄλλοις εὐαγγελισταῖς ὁμολόγως ἐλθεῖν φησι τὴν Μαρίαν ταύτην ΧΩμετὰ καὶ τῶν ἄλλων μυροφόρων ἐπὶ τὸν τάφον καὶ πρότερον, καὶ καινὸν αὐτὸν ἰδεῖν καὶ ἀπελθεῖν· ὥστε πολλῷ πρότερον τῆς πρωΐας, καθ´ ἡν αὐτὸν εἶδεν, ἀνέστη ὁ Κύριος. Ἐπισημαινόμενος δὲ καὶ τὸν καιρὸν ἐκεῖνον, οὐχ ἁπλῶς εἶπε, πρωῒ, καθάπερ ἐνταῦθα, ἀλλὰ, λίαν πρωὶ· οὐκοῦν καὶ ἀνατολὴν ἡλίου ἐκεῖ τὴν ἐπὶ τοῦ ὁρίζοντός φησι προτρέχουσαν ἀμυδρὰν φαῦσιν, ἡν καὶ ὁ Ἰωάννης δηλῶν, ἐλθεῖν φησι τὴν Μαγδαληνὴν Μαρίαν πρωῒ, σκοτίας ἔτι οσης, εἰς τὸ μνημεῖον καὶ ἰδεῖν τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. Οὐκ ἦλθε δὲ τότε πρὸς τὸ μνῆμα μόνον αὕτη, κατὰ τὸν Ἰωάννην, ἀλλὰ καὶ ἀπῆλθε τοῦ μνήματος, μήπω τὸν Κύριον ἰδοῦσα· τρέχει γὰρ καὶ ἔρχεται πρὸς τὸν Πέτρον καὶ Ἰωάννην, καὶ ἀπαγγέλλει οὐχ ὅτι ἀνέστη ὁ Κύριος, ἀλλ´ ὅτι ἤρθη ἀπὸ τοῦ τάφου, ὥστε τὴν ἀνάστασιν οὔπω δει· λείπεται δὴ τῆ Μαρίᾳ οὔχ ἀπλῶς πρώτῃ τὸν Κύριον ἐπιφανῆναι, ἀλλὰ μετὰ τὴν ἀκραιφνῆ τῆς ἡμέρας ὥραν. Ἔστι δῆτα συνεσκιασμένως παρὰ τῶν εὐαγγελιστῶν ἀπαγγελλόμενον, ὅπερ ἀνακαλύψω πρὸς τὴν ἡμετέραν ἀγάπην. Τὸ γὰρ τῆς τοῦ Κυρίου ἀναστάσεως εὐαγγέλιον πρώτη πάντων ἀνθρώπων, καθάπερ καὶ προσῆκον ὑπῆρχε καὶ δίκαιον, ἡ Θεοτόκος παρὰ τοῦ Κυρίου ἐδέξατο, καὶ αὔτη τοῦτον ἀναστάντα πρὸ πάντων εἴδε, καὶ τῆς αὐτοῦ θείας ὁμιλίας ἀπήλαυσε, καὶ οὐκ εἴδεν ὀφθαλμοῖς μόνον αὐτὸν, καὶ αὐτήκοος αὐτοῦ γέγονεν, ἀλλὰ καὶ χεραὶν ἥψατο πρώτη καὶ μόνη τῶν ἀχράντων ἐκείνου ποδῶν, κἂν οἱ εὐαγγελισταὶ ταῦτα πάντα φανερῶς οὐ λέγωσι, μὴ θέλοντες τὴν μητέρα προφέρειν εἰς μαρτυρίαν, ἵνα μὴ τοῖς ἀπίστοις ὑποψίας ἀφορμὴν δῶσιν. Ἐπεὶ δὲ νῦν ἡμῖν χάριτι τοῦ ἀναστάντος πρὸς πιστοὺς ὁ λόγος, καὶ ἡ τῆς ἐορτῆς ὑπόθεσις τὰ τῶν μυροφόρων ἐπείγει