Ancient Greek
125
Gregorius Palamas, Homiliae 125
Unproofread scanNot analysed yet
οιευκρινεῖν, λόγον διδόντος τοῦ εἰπόντος· «Οὐδὲν κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται,» Καὶ τοῦτο φανερωθήσεται. Μυροφόροι τοίνυν εἰσὶν αἱ συνακολουθοῦσαι μετὰ τῆς τοῦ Κυρίου Μητρὸς, καὶ τῷ καιρῷ τοῦ σωτηρέου πάθους συμπαραμείνασαι, καὶ τὸ τοῦ Κυρίου σῶμα μυρίσαι σπουδάσασαι. Τοῦ γὰρ Ἰωσήφ καὶ τοῦ Νικοδήμου αἰτησάντων καὶ λαβόντων παρὰ τοῦ Πιλάτου τὸ δεσποτικὸν σῶμα, καὶ καθελόντων ἀπὸ τοῦ σταυροῦ, καὶ περισχόντων σινδόσι σὺν ἀρώμασι κολλωδεστάτοις, καὶ λαξευτῷ μνημείῳ ἐνθέντων, καὶ λίθον ἐπιθέντων μέγαν ἐπὶ τῇ θύρᾳ τοῦ μνημείου, θεωροῦσαι κατὰ τὸν εὐαγγελιστὴν Μάρκον παρῆσαν Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία, καθήμεναε ἀπέναντι τοῦ τάφου. Διὰ τοῦ εἰπεῖν, Καὶ ἡ ἄλλη Μαρία, τὴν Θεομήτορα πάντως ὑποφαίνων. Καὶ Ἰακώβου γὰρ καὶ Ἰωσῆ αὕτη ἐκαλεῖτο μήτηρ, ὡς ἐξ Ἰωσὴφ τοῦ Μνήστορος ἐκείνων ὄντων. Οὐ μόναι δὲ αὖται θεωροῦσαι παρῆσαν, ἐνταφιαζομένου τοῦ Κυρίου, ἀλλὰ καὶ ἕτεραι γυναῖκες, ὡς ὁ Λουκᾶς ἱστόρησε γράφων· «Κατακολουθήσασαι δὲ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον, καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ· ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς.» Ὑποστρέψασαι δὲ, φησὶν, ἠγόρασαν ἀρώματα καὶ μύρα· οὔπω γὰρ ἔγνωσαν ἀκριβῶς, ὅτι αὐτός ἐστιν ἀληθῶς ἡ ὀσμὴ τῆς ζωης, τοῖς αὐτῷ προσιοῦσι πιστῶς, ὥσπερ ὀσμὴ θανάτου τοῖς ἀπειθοῦσιν εἰς τέλος· καὶ ὁσμὴ ἱματίων αὐτοῦ, τουτέστιν αὐτοῦ τοῦ σώματος, ὑπὲρ πάντα τὰ ἀρώματα· καὶ μύρον ἐκκενωδὲν ὄνομα αὐτῷ, δι´ οὗ καὶ τὴν οἰκουμένην θείας εὐωδίας ἐνέπλησεν, ἀλλ´ ἑτοιμάζουσι μύρα τε καὶ ἀρώματα, τοῦτο μὲν εἰς τιμὴν τοῦ κειμένου, τοῦτο δὲ καὶ παραμυθίαν πρὸς δυσωδίαν μυδῶντος τοῦ σώματος, διὰ τῆς ἀλοιφῆς τούτων τοῖς βουλομένοις προσεδρεύειν ὲπινορῦσαι. Ἐτοιμάσασαι τοίνυν τὰ μύρα καὶ τὰ ἀρώματα, τὸ μὲν Σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν· οὔπω γὰρ ἀληθινὰ Σάββατα συνῆκαν, οὐδ´ ἐκεῖνο τὸ ὑπερευλογημένον Σάββατον ἐπέγνωσαν, τὸ μετάγον ἡμῶν τὴν φύσιν ἀπὸ τῶν τοῦ ἅδου κευθμώνων ἐπὶ τὸ παμφαές καὶ θεῖον καὶ οὐράνιον ὕψος· «Τῆ δὲ μιᾶ τῶν Σαββάτων, ὄρθρου βαθέος, ὡς ὁ Λουκᾶς φησιν, ἦλθον ἐπὶ τὸ μνῆμα, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα.» Ὁ δὲ Ματθαῖος, «Ὁψὲ Σαββάτων, φησὶ, τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων·» Καὶ δύο εἶναι τὰς προσελθούσας. Ὁ δὲ Ἰωάννης· «Πρωῒ σκοτίας ἔτι οὔσης·» Καὶ μίαν εἶναι τὴν Μαγδαληνὴν Μαρίαν τὴν προσελθοῦσαν. Ὁ δὲ Μάρκος· «Λίαν πρωῒ τῆς μιᾶς Σαββάτων·» Καὶ τρεῖς εἶναι τὰς προσελθούσας. Μίαν μὲν οὖν Σαββάτων οἱ εὐαγγελισταὶ πάντες τὴν Κυριακήν φασιν· ὀψὲ δὲ Σαββάτων, καὶ ὄρθρον βαθὺν, καὶ πρωῒ λίαν, καὶ πρωῒ σκοτίας ἔτι οὔσης, τὸν περὶ τὸν ὄρθρον σύμμικτον φωτός τε καὶ σκότους χρόνον· οὗτος δέ ἐστιν ἀφοῦ τὸ τοῦ ὁρίζοντος ἑῷον αὐγάζεσθαι ἄρξεται, τὴν ἡμέραν προκαταγγέλλων. Ἴδοι δ´ ἄν τις ἐξ ἀπόπτου πρὸς τοῦτο βλέπων, ἀρχόμενον μεταχρώννυσθαι φωτὶ περί που τὴν ἐννάτην οοιοΟΟϛ