Ancient Greek
130
Gregorius Palamas, Homiliae 130
Unproofread scanNot analysed yet
καὶ μόνος ἀρχὴ τῆς μελλούσης πάντων ἀναστάσεως γέγονε, καὶ μόνος ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο, καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν, καὶ τοῦ μέλλοντος αἰῶνος πατήρ. Καὶ καθάπερ ἐν ΤΩ Ἀδὰμπάντες ἀποθνήσκουσιν ἀμαρτωλοί τε καὶ δίκαιοι, οὗτως ἐν ΤΩ Χριστῷ πάντες ζωοποιηθήσονται ἀμαρτωλοί τε καὶ δίκαιοι, ἀλλ´ ἕκαστος ΤΩ ἐν ΤΩ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστὸς, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. εἶτα τὸ τέλος, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν, καὶ θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος ἐν τῇ κοινῇ ἀναστάσει, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Τοιαύτης δωρεᾶς πρόξενος ἡμῖν ἐστιν ἡ τοῦ Κυρίου ἀνάστασις, καὶ διὰ τοῦτο μόνην ταύτην ἐν τοσαύτῃ παρατάσει τῶν ἡμερῶν ἑορτάζομεν, ὡς ἀθάνατον οὗσαν καὶ ἀνώλεθρον καὶ ἀΐδιον, προὔπογράφοντες διὰ τούτων καὶ τὴν μέλλουσαν τῶν ἁγίων μακαριότητα, ἧς ἀπέδρα πᾶσα ὀδύνη καὶ λύπη καὶ στεναγμός· θυμηδία δὲ καὶ πανήγυρίς ἐστιν ἐν ταύτῃ διηνεκὴς ἕνθεός τε καὶ ἀναλλοίωτος· ἐκεῖ γάρ ἐστι τῶν ὄντως εὐφραινομένων ἡ κατοικία. Διὸ καὶ πρὸ τῶν ἡμερῶν τούτων τὴν ἱερὰν Τεσσαρακοστὴν ἐν νηστείᾳ καὶ ἀγρυπνίᾳ καὶ προσευχῇ καὶ ἀσκήσει παντοίᾳ τῶν ἀρετῶν ἄγειν ἡμᾶς ἡ τοῦ Πνεύματος χάρις ἐνομοθέτησε, διὰ μὲν τῆς Τεσσαρακοστῆς τῶν ἡμερῶν δεικνῦσα τὴν ἐν ΤΩ αἰῶνι τούτῳ τῶν σωζομένων ζωὴν, ὡς οὐδὲν ἕτερόν ἐστιν, ἢ μετάνοια καὶ βίος θεοφιλής· διὰ δὲ τῆς μετʹ´ αὐτὴν Πεντηκοστῆσς ταύτης, ἣν διερχόμεθα νῦν, ἐπιδεικνῦσα τὴν διαδεξομένην τοὺς ἐνταῦθα διὰ τὸν Θεὸν ἐναγωνίως ζήσαντας ἄνεσιν καὶ ἀπόλαυσιν. Διὰ τοῦτο καὶ Τεσσαρακοστὴ μέν ἐστιν ἐκείνη, καὶ συνηρτημένην ἔχει τὴν μνήμην τῶν τοῦ Κυρίου σωτηρίων παθῶν, καὶ τῆς νηστείας τὴν λύσιν μετὰ τὴν ἑβδόμην λαμβάνει· αὕτη δὲ Πεντηκοστὴ οὖσα συμπεριλαμβάνει καὶ τὴν ἀπὸ γῆς εἰς οὐρανὸν μετάθεσιν, καὶ τὴν τοῦ θείου Πνεύματος κατάβασιν καὶ διάδοσιν. Ἐβδοματικὸς γάρ ἐστιν ὁ αἰὼν οὗτος, καὶ διὰ τεσσάρων ὡρῶν καὶ μερῶν καὶ στοιχείων συνίσταται, καὶ τοῖς ἐν αὐτῷ κοινωνοὺς ἑαυτοὺς δι´ ἔργων ποιοῦσι τῶν Χριστοῦ παθημάτων, τὴν τῆς Πεντηκοστῆς ἑορτὴν ἐπιφέρει, ἥτις ἐκ τῆς ὀγδόης ἄρχεται, καὶ εἰς ὀγδόην ἔχει τὴν λῆξιν, καὶ τὴν σεπτὴν ἑβδομάδα, καὶ τὴν τετρακτὺν ὑπερβᾶσαν, καὶ διὰ τῆς ἀναστάσεως τοῦ Κυρίου καὶ τῆς μετ´ αὐτὴν ἀναλήψεως, τὴν μέλλουσαν παρίστησι τοῦ τῶν ἀνθρώπων γένους ἀνάστασιν, καὶ τὴν κατ´ αὐτὴν τῶν ἀξίων ἐν νεφέλαις ἔπαρσιν πρὸς τὴν θείαν ὑπάντησιν, καὶ ἑξῆς εἰς αἰῶνας πρὸς Θεὸν συνουσίαν τε καὶ κατάπαυσιν. Αὗτη μὲν οὖν ἔσται κατὰ καιρόν. Ὁ δὲ Κύριος πρὸ τοῦ πάθους καὶ τῆς ἀναστάσεως κηρύττων τὸ Εὐαγγέλιον τῆς βασιλείας, καὶ τοῖς μαθηταῖς δεικνὺς, ὡς οὐκ ἐκ τῶν Ἰουδαίων μόνον ἡ ἐκλογή τῶν ἀξίων τῆς πίστεως ἔσται, καὶ τῆς ὑπ´ αὐτοῦ προτειν μένης ἀιδίου κληρονομίας, ἀλλὰ καὶ ἀπὸ τῶν ἐθνῶν,