Ancient Greek
131.1 to 131.18
Gregorius Palamas, Homiliae 131.1-18
Unproofread scanNot analysed yet
κατὰ τὴν σήμερον ἀναγινωσκομένην εἰς ἐπήκοον τοῦ Εὐαγγελίου φωνήν· «Ἔρχεται εἰς πόλεν τῆς Σαμαρείας λεγομένην Σιχὰρ, πλησίον τοῦ χωρίου οὗ ἔδωκεν ἱακὼβ Ἰωσήφ τῷ υἱῷ αὐτοῦ.» Πηγὴν μὲν οὖν τὸ φρέαρ φησί· τὸ γὰρ ὕδωρ πηγαῖον εἶχεν, ὡς δῆλον ἔσται προῖόντος τοῦ λόγου; τοῦ ἱακὼβ δὲ ἦν, ἐπειδήπερ ἐκεῖνος ὤρυξεν αὐτό. Τὸ δὲ χωρίον ὃ ἔδωκε τῷ Ἰωσὴφ ὁ ἱακὼβ τὰ Σίκημά ἐστι· φησὶ γὰρ πρὸς αὐτὸν τὰ ἔσχατα πνέων ἐν Αἰγύπτῳ καὶ διατιβέμενος· «Ἰδοὺ ἐγὼ ἀποθνήσκω· ὑμᾶς δὲ ἀπο στρέψει ὁ Θεὸς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν τῶν πατέρων ἡμῶν. Ἐγὼ δὲ δίδωμί σοι Σίκημα ἐξαίρετον παρὰ τοὺς ἀδελφούς σου, ἡν ἔλαβον ἐκ χειρὸς τῶν Ἀμοῤῥαίων ἐν τῇ μαχαίρᾳ μου καὶ τῷ τόξῳ. μου.» Διὸ τὰ μὲν Σίκημα κατῳκεῖτο ἦ ΛΩ παρὰ τῆς Ἐφραΐμ φυλῆς ὕστερον, ὃς ἡν υἱὸς πρωτότοκος τοῦ Ἰωσήφ· τὸν δὲ περὶ αὐτὰ τόπον κατῴκουν αι δέκα φυλαὶ τοῦ Ἰσραὴλ, ὧν Ἱεροβοάμ ὁ ἀποστάτης ἦρξε. Προσκρούσαντες δὲ τῷ Θεῷ πολλάκις οὗτοι, καὶ πολλάκις ἐγκαταλειφθέντες, ὕστερον παγγενεῖ γεγόνασιν αἰχμάλωτοι, ὡς ἀντ´ αὐτῶν ἔθνη διάφορα συμφορήσαντα τὸν ἄρχοντα τῶν Ἀσσυρίων ἐγκατοικῆσαι τῷ τόπῳ, καὶ Σαμαρείτας ἀπὸ τοῦ ὄρους Σόμορ καλέσαι. Καθάπερ δὲ παραπορευόμενος ὁ ἱακὼβ, ὡς ἡ ἱστορία φησί, παρεστήσατο τὰ Σἰκημα, οὔτω παραπορευόμενος ὁ Χριστὸς νῦν, ὑπηγάγετο τὴν Σαμάρειαν. Ἀλλ´ ἐκεῖνος μὲν, ὡς αὐτός φησιν, ἐν τῇ ῥομφαίᾳ καὶ τῷ τόξῳ αὐτοῦ, δηλονότι πρὸς ἐξολόθρευσιν καὶ ἀπώλειαν τῶν πρότερον ἐνοικούνων· ὁ δὲ Χριστὸς ἐν λόγῳ καὶ διδασκαλίᾳ, διὸ καὶ πρὸς σωτηρίαν· «Ὁ γὰρ Ἰησοῦς κεκοπιακὼς, φησὶν, ἐκ τῆς ὁδοιπορίας, ἐκάθητο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡσεὶ ἕκτη.» Καὶ ἡ ὤρα καὶ ὁ κόπος ἐδίδου καθῆσθαι τὸν σῶμα περικείμενον, ὀποῖόν ἐστι τὸ ἡμέτερον· τοῦτο τοίνυν πιστούμενος, καὶ τὸ μέλλον κέρδος ποοβλέποον ἐκάθητο, φησὶν, οὔτως ἐπὶ τῇ πηγῇ, τουτέστιν ἀφελῶς χαμαὶ, μόνος ὡς εἶς τῶν πολλῶν ὁδίτης·