Ancient Greek
131.19 to 131.26
Gregorius Palamas, Homiliae 131.19-26
Unproofread scanNot analysed yet
οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσι. Μεμονωμένου τοίνυν οὕτως ἐπὶ τῇ πηγῇ καθημένου, ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ· ὁ δὲ Κύριος καὶ διψῶν ὡς ἄνθρωπος, καὶ τὴν ἔχουσαν ἀνθρωπίνως τὴν δίψαν παῦσαι παραγενομένην ἰδὼν, ὁρῶν δὲ ώς Θεὸς καὶ τὴν ταύτης καρδίαν διψῶσαν ὕδατος σωτηρίου, τὸν δὲ δυνάμενον τοῦτο παρασχεῖν οὐκ εἰδυῖαν, ἀποκαλύψαι μὲν ἑαυτὸν ἐπείγεται τῇ ποθούσῃ ψυχῇ· ποθεῖ γὰρ καὶ αὐτὸς τοὺς ποθοῦντας κατὰ τὸ γεγραμμένον· ἄρχεται δὲ ὅθεν εὐπαράδεκτος ἔσται, καί φησι πρὸς αὐτήν· «Δός μοι ὕδωρ πιεῖν.» Ἡ δὲ συνετὴ οὖσα, καὶ ἀπὸ μόνης τῆς στολῆς καὶ τοῦ σχήματος καὶ τῆς ἐπιφαινομένης ἔξωθεν κοσμιότητος Ἰουδαῖόν τε ὄντα συνεῖσα, καὶ τοῦ νόμου φύλακα, Θαυμάζω, ἔφη, πῶς παρὰ Σαμαρείτιδος αἰτεῖς πόμα, τῶν Ἰουδαίων τοῖς Σαμαρείταις ὡς ἐθνικοῖς οὖσι μὴ κοινωνούντων. Ὁ δὲ Κύριος ἀφορμῆς λαβόμενος ἑαυτὸν ἀποκαλύπτειν ἄρχεται, πρὸς αὐτὴν λέγων· «Εἰ ἤδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι ὕδωρ πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.» οοωροωΟΟϛί