Ancient Greek
133
Gregorius Palamas, Homiliae 133
Unproofread scanNot analysed yet
ἀποστρέφεις, οὔτω καὶ ἐπὶ τῆς διανοίας· ἂν μέν ἰερὰν ἔχῃς μελέτην καὶ σπουδὴν, ἐπισκοπῆ· θείας ἄξιον ποιεῖς σεαυτόν· αὕτη γὰρ ἧς ὀσφραίνεται Κιί ριος ὀσμῆς εὐωδίας· ἂν δὲ πονηροὺς καὶ ῥυπαροὺς καὶ γηῖνους ἔνδον τρέφῃς λογισμοὺς, μακρὰν γίνῃ τῆς θείας ἐπισκοπῆς, τῆς ἀποστροφῆς τοῦ Θεοῦ φεῦ ἄξιον σαυτὸν ἐργασάμενος! «Οὐ γὰρ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου,» πρὸς τὸν Θεόν φησιν ὁ ψαλμῳδὸς Προφήτης. Τοῦ γὰρ νόμου διακελευομένου, «Μνησθήσῃ διὰ παντὸς Κυρίου τοῦ Θεοῦ σου, καθήμενος καὶ πορευόμενος, κοιταζόμενος καὶ διανιστάμενος·» καὶ τοῦ Εὐαγγελίου λέγοντος· «Ἐρευνᾶτε τὰς Γραφὰς, καὶ ἐν αὐτοῖς εὐρήσετε ζωὴν τὴν αἰώνιον· καὶ τοῦ Ἀποστόλου παραγγέλλοντος· «Ἀδιαλείπτως προσεύχεσθε,» ὁ γηΐνοις λογισμοῖς ἐμβραδύνων παράνομός ἐστι πάντως· ὁ δὲ καὶ πονηροῖς καὶ ῥυπαροῖς πόσῳ μᾶλλον; Ἀλλὰ πότε τῷ Θεῷ προσεκύνησαν οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ; Ἡνίκα Ἰακὼβ ὁ πατριάρχης τόν τε ἀδελφὸν φθονοῦντα φεύγων Ἠσαῦ, καὶ ταῖς συμβουλαῖς τοῦ πατρὸς ὑπείκων Ἰσαὰκ, πρὸς Μεσοποταμίαν ἀπῄει, καὶ ἡνίκα σὺν γυναιξίν ἐκεῖθεν ἐπανῄει καὶ τέκνοις· κατὰ γὰρ τὴν ἐπάνοδον σκηνὰς πησαμένῳ περί που τὸν τόπον τοῦτον, καθ´ ὃν ὁ Κύριος ὡμίλει τῇ Σαμαρείτιδι, μετὰ τὰ κατὰ τὴν Δείναν, καὶ τὴν ἄλω. σιν τῶν Σικίμων, εἶπεν ὁ Θεὸς τῷ Ἰακὼβ,· ὡς ἐν τῇ Γενέσει γέγραπται· «Ἀναστὰς ἀνάβηθι εἰς Βαιθὴλ, καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ Θεῷ, τῷ ὀφθέντι σοι ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ σου.» Καὶ μετὰ τὸ ῥῆμα τοῦτο, μεταναστάς ὁ Ἰακὼβ ἀνέβη εἰς τὸ παρακείμενον ὄρος, καὶ ᾠκοδόμησε, φησὶν, ἐκεῖ θυσιαστήριον, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Βαιθήλ· ἐκεῖ γὰρ ἐπεφάνη αὐτῷ ὁ Θεός. Διὰ τοῦτό φησιν ἡ Σαμαρεῖτις ὅτι Οἱ πατέρες ἡμῶν ἦ ΛΑ ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, τῶν ἀρχαίων ἐκείνων ἀντεχομένη· τὰ γὰρ κατὰ τὸν ἐν Ἱεροσολύμοις ναὸν ὕστερον ἐνομοθετήθη· καὶ ἐπειδήπερ ὁ τόπος ἐκεῖνος οἶκος Θεοῦ ἐκλήθη παρὰ τοῦ Ἰακώβ· τοῦτο γὰρ ἑρμηνευόμενον δηλοῖ τὸ Βαιθήλ· διαπορεῖ ποθοῦσα μαθεῖν, πῶς οὐκ ἐκεῖ μᾶλλον, ἀλλ´ ἐν Ἱεροσολύμοις εἶναι λέγεται ὁ οἶκος τοῦ Θεοῦ, ἐν ᾧ θύειν καὶ προσκυνεῖν τῷ Θεῷ νομίζεται. Ὁ δὲ Κύριος καὶ »τὸν σκοπὸν τῶν οἰκείων λόγων ἤδη περαίνων, καὶ περὶ τῆς γυναικὸς προφητεύων, ὅτι τοιαύτη ἔσται οἷαν ὁ Θεὸς ζητεῖ τε καὶ ἀποδέχεται, καὶ πρὸς τοὺς αὐτῆς λόγους ἀποκρινόμενος, «Πίστευσόν μοι, γύναι, φησὶν, ὅτι ἔρχεται ὥρα, ὅτε οὖτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί.» Καὶ μετ´ ὀλίγα· «Τοιούτους γὰρ ὁ Θεὸς ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν.» Ὁρᾶτε ὅτι καὶ περὶ αὐτῆς διατείνεται, ὅτι τοιαὐτη ἔσται οἵαν ὁ Θεὸς ζητεῖ, καὶ ὅτι προσκυνήσει τῷ ἀνωτάτω Πατρὶ μὴ τοπικῶς, ἀλλ´ εὐαγγελικῶς Πρὸς αὐτὴν γὰρ ὁ λόγος, ὅτι Οὕτε ἐν τῷ ὄρει τούτω, οὔτε ἐν Ἰεροσολύμοις προσκυνήσετε τῷ Πατρί· ἄμα δὲ καὶ τὴν τοῦ νόμου μετάθεσιν φανερῶς αὐτῇ προαγγέλλει· μετατιθεμένης γὰρ τῆς προσκυνής σεως, ἐξ ἀνάγκης καὶ τοῦ νόμου μετάθεσις ἔσται. οοιρορΟϛΙ